1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

85

ἐστιν τῶν αἰσθήσεων· οἱ τόποι γὰρ τῶν αἰσθήσεων ὡσανεὶ τρῶγλαί εἰσιν. Βούλεται οὖν ὁ Θεὸς ἀπαναστῆναι αὐτὸν ἀπὸ τῶν αἰσθητῶν. Καὶ τὴν ἐν τούτοις κτῆσιν συνετῶς γεγενημένην ὁ ἅγιος συνεπάγεται χρησιμεύουσαν αὐτῷ εἰς τὴν εἰστὰ νοητὰ τελείωσιν, ἢ ὁ τέλειος πρὸς τοῖς μεγάλοις οὐκ ἔχει καὶ τὸν στολισμὸν κεκοσμημένον μειδιασμόν τε ὀδόντων καὶ βῆμα ποδός; Ἐπάγεται δὲ καὶ τὴν γυναῖκα, ἥτις ἑρμηνεύε- ται "3ἀρχή μου"3 προσφόρως· ὁ σοφὸς γὰρ μετὰ τῆς σοφίας ἐστὶν ἤτοι ἀρχόμενος ὑπ' αὐτῆς ἢ ἐξ αὐτῆς ἔχων τὸ ἄρχειν, καὶ σύζυγον αὐτὴν ἔχων κατὰ τὸ σαλομώντιον· "6Ἤγαγον αὐτὴν εἰς συμβίωσιν ἐμαυτῷ"6, τὴν σοφίαν δηλονότι, "6καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6· αὕτη δὲ καὶ τίκτει ἀνδρὶ φρόνησιν. Ἐπάγεται δὲ καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν, περὶ οὗ οὕτως ἂν διαλάβοιμεν· ὁ Ἀβρὰμ υἱὸς Θεοῦ διὰ δικαιοσύνην ὑπάρχει, -"6Πᾶς"6 γὰρ "6ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται"6, -καὶ διὰ τοῦτο τῶν θείων καὶ ἀοράτων καὶ ὑπερφυῶν ἐστι μέτοχος μυστηρίων, ἔχει δ' ἀδελφὸν ὁ τοιοῦτος τὸν τῶν αἰσθητῶν σοφῶς μεταποιούμενον· συμβάλλεται γὰρ τῷ τελείῳ τὸ τοιοῦτον· τούτου δ' υἱὸς ὁ Λὼτ "3ἀπόκλισις λελυτρωμένος"3 ἑρμηνευόμενος· ᾗ γὰρ οὐκ ἔστιν υἱὸς τοῦ σοφοῦ ἀλλὰ τοῦ περὶ τὰ αἰσθητὰ ἔχοντος, ἀπόκλισίς ἐστιν ὀλίγον σαλευόμενος ἀπὸ τῶν αἰσθητῶν, ᾗ δὲ ὑπὸ τὸν ἅγιόν ἐστιν καὶ τούτῳ ἕπεται, λελυτρωμένος ὑπάρχει ἀρχὴν ταύτην τῆς τῶν θείων καὶ ὑπερφυῶν νοήσεως δεχόμενος. Τοῦτον δὴ καὶ ἄνθρωπον καὶ τρόπον ἐπήγετο Ἀβρὰμ σοφῶς δεχόμενος καὶ τὰ αἰσθητά· καλὸν γὰρ καὶ τὸ ἀπόκλισιν εἶναι ῥέποντα πρὸς τὰ καλὰ καὶ σαλευόμενον ἀπὸ τῶν ἐναντίων· οὕτω γὰρ καὶ εὐχὴ ἀναπέμπεται λέγοντος τοῦ ψαλμῳδοῦ· "6Σαλευθήτω ἀπὸ προσώπου 214 αὐτοῦ πᾶσα ἡ γῆ"6· τούτου γὰρ γινομένου οὐκέτι ἡ γῆ γῆ μένει, τοῦ προσώπου καταλάμψαντος τοὺς ἐπὶ γῆς πρὸς τὸ γενέσθαι οὐρανίους. Τῆς αὐτῆς διανοίας ἐστὶν καὶ τὸ "6Ὁ καθήμεν̣ος ἐπὶ τῶν χερουβείμ, σαλευθήτω ἡ γῆ"6, ἵνα μεταβολὴ περὶ αὐτοῦ γένηται. Οὕτω δὴ καὶ οἱ σὺν αὐτῷ τῷ πατριάρχῃ ἐξῆλθον μεταβαλόντες ἐπὶ τὸ βέλτιον· ἦλθον γὰρ εἰς Χαναάν, ὅπερ ἑρμηνεύεται "3ἡτοι- μασμένη"3· πρέπει γὰρ τῷ νῦν εἰσαγομένῳ ἀρξαμένῳ καταλιπεῖν τὰ αἰσθητὰ εὐτρεπισθῆναι πρὸς παραδοχὴν τω῀̣ν θειοτέρων. χιι, 6. Καὶ διώδευσεν Ἀβρὰμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν"6 Εἰσάγει μὲν ὁ λόγος ὅτι νεωστὶ εἰς̣ τὴν γῆν ταύτην μεταστὰς ἀναγκαίως αὐτῆς τὴν εἰδέαν κατανοεῖ διοδεύων τὸ μῆκος, εἰκὸς δ' ὅτι καὶ τὸ πλάτος, τὴν περιοχὴν αὐτῆς καταμανθάνων· σημειοῦται γὰρ τὸ λόγιον "6ἕως τοῦ τόπου Συχέμ"6, καὶ ὅτι δὲ οἱ Χαναναῖοι ἐπὶ τὴν γῆν κατῴκουν. Ἀναγκαίως δὲ ἀπὸ τούτου χωρητέον ἐπὶ τὴν ἀναγωγήν. Ὁ ἅγιος μεταστὰς ἀπὸ τῶν αἰσθητῶν, ἃ καὶ αὐτὰ καλῶς μετῄει, ἐπὶ προκοπὴν θειοτέραν, καὶ μετελθὼν κατενόει τὸ μῆκος, ὅπερ ἔμφασιν παρέχει ὡς τὸ ὕψος καὶ τῶν θείων κατενόει. Τοῦτ' αὐτὸ καὶ ὁ μακάριος Παῦλος *** τί πλάτος καὶ μῆκος καὶ βάθος γνῶναι τε τὴν ὑπερβάλ- λουσαν χάριν τοῦ Θεοῦ"6. Ταῦτα οὖν ἅπαντα κατενόει ἀπὸ τοῦ μείζονος καὶ περὶ τῶν ἄλλων μαρτυρούμενος. Ἔρχεται δὲ "6ἕως τοῦ τόπου Συχέμ"6, ἔνθα ἡ πηγὴ ἐτύγχανεν, ἐφ' ἣν ὁ Ἰησοῦς ἐκαθέσθη κοπιάσας διὰ τὸ ὁμοούσιον τῇ ἡμετέρᾳ σαρκὶ σῶμα ἔχειν, ὅπερ πιθανῶς ὑποβάλλοι ὅτι ἀπὸ τῆς μείζονος καὶ περὶ θεολογίαν ἀσχολίας, ὃ δηλοῦται διὰ τοῦ μήκους, ἦλθεν καὶ εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον κατὰ τὸ ὑπὸ Ἰησοῦ 215 εἰρημένον· "6Ἀβρ<α>ὰμ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν [τ]ὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη"6. Ἔρχεται δὲ εἰς Συχὲμ ἑρμηνευομένην ὠμίασιν διὰ πράξεων ἐναρετῶν ἁπάντων τούτων ἀξιούμενος· ὁ ὦμος γάρ, ἀφ' οὗ ἡ ὠμίασις, σύμβολον ὑπάρχει ἔργου, καθὸ εἴρηται· "6∆ὸς καρδίαν σου εἰς ὤμους σου"6, καὶ περὶ ἑνὸς τῶν πατριαρχῶν· "6Ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν"6. Οὕτω γοῦν λέγεται καὶ περὶ τοῦ ἀνθρώπου, οὗ ἀνέλαβεν ὁ Σωτήρ· "6Ἐγενήθη ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου