1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

93

ἐπι- <πί>πτει αὐτῷ, οὐ σκότους μετέχων ἀλλ' ἀσαφείας καὶ μὴ γιγνωσκόμενος προχείρως· οὗτος μέγας ὑπάρχων φόβος οὐ μικροῖς συμβαίνει. Ὅτι δὲ ἀντὶ ἀσαφείας πολλάκις ὁ σκότος παραλαμβάνεται, εἴρηται· "6Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ"6· καὶ τῷ ὄντι ἡ τῶν ὑπερφυῶν δογμάτων θεωρία καὶ κατάλημψις καὶ τοῖς μεγάλοις εἴλιγγον ἐμποιεῖ καὶ φόβον θεῖον μετ' εὐλαβείας τοῖς τοιούτοις ἐπιβάλλουσιν. χῃ, 13-14. Καὶ ἐρρέθη πρὸς Ἀβράμ· Γιγνώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσουσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐλεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 231 Τὴν εἰς Αἴγυπτον παροίκησιντοῦ λαοῦ τὸ λόγιον προαναφωνεῖ· οὐκ ἰδίαν γὰρ οὖσαν παρῴκησαν δουλεύ- σαντες τῷ Φαραὼ καὶ πολλὰ ὑπ' αὐτοῦ καὶ τῶν Αἰγυπτίων κακωθέντες. Οὐ μάχεται δὲ τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ γὰρ εἴρηται· "6Μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου"6, ἐνταῦθα "6μετὰ τετρακόσιά"6 φησιν· ἀλλ' ἐπιστῆσαι δεῖ ὅτι οὐκ ἐρρέθη ὡς πληρωθέντων τῶν τετρακοσίων ἐτῶν ἐξῆλθον ἀλλὰ μετὰ τετρακόσια ἔτη, ὅπερ ἐμφαίνει τὰ τριάκοντα. Καὶ τὸ "6κρινῶ δὲ ἐγὼ τὸ ἔθνος ᾧ ἂν δουλεύσωσιν"6 ἐκβάσεως τετύχηκεν κατὰ τὰ ἐν Ἐξόδῳ γεγραμμένα· δεκάπληγον γὰρ αὐτοῖς ἐπήγαγεν καὶ τελευταῖον ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι πολλῷ. Ἀλλὰ καὶ "6μετὰ ἀποσκευῆς πολλῆς"6 ἐξεληλύθασιν, ὡς ἡ ἱστορία δηλοῖ, ἐξ ἧς παιδευόμεθα ὅτι, κἂν ἐν χρόνῳ Θεός τινα κακώσῃ, οὐκ ἀδιαφόρως τοῦτο ποιεῖ ἀλλ' ἐπ' ἀγαθῷ τέλει. Εἰ δὲ αἰνίττεται ὁ λόγος καὶ τὴν τῶν ἁγίων παροίκησιν, συνεπισκέψαι. χῃ, 15-16. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου <μετ' εἰρήνης> τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. Φαίνεται ἐκ τοῦ προχείρου τὴν ἐκ τοῦ βίου ἀναχώρησιν αὐτῷ προαπαγγέλλων. Πρὸς δὲ ἀναγωγὴν ταῦτα ἂν λεχθείη. Ὁ σοφὸς ἐν εἰρήνῃ ἀπέρχεται τοῦ βίου, ὁ δ' ἁμαρτάνων συγκεχυμένους ἔχει λογισμούς, ταραττομένην ἔχει τὴν ψυχήν· καὶ ὡς παραλαμβάνεταί τις ἐν τῷ θανάτῳ, οὕτω καὶ κρίνεται. Ὁ εἰρήνην ἑαυτῷ ἀπ' ἐντεῦθεν κατασκευάσας ἐν εἰρήνῃ καὶ ἀπέρχεται, ὁ δὲ ταράχους ἔχων καὶ συγκεχυμένους λογισμοὺς πρὸς τοῦτο καὶ κρι- θήσεται. Τοῦτο δηλοῦται ἐκ τοῦ ἐν τῷ Ἐκκλησιαστῇ· "6Οὗ ἐὰν πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ"6. Οὐκ ἔστι δὲ τοῦτο οὕτως ἔχον ἐπὶ ἱστορίας· οὐ γὰρ πάντως ἔνθα πίπτει ξύλον, ἐκεῖ μενεῖ· πολλάκις γὰρ καὶ μετάγεται· ἀλλὰ δῆλον ὡς ὁ ἄνθρωπός ἐστιν ὁ διὰ τοῦ ξύλου ἐν αἰνιγμῷ σημαινόμενος, οὕτω κριθησόμενος ὡς καὶ εὑρίσκεται. 232 Ἁρμοζόντως οὖν ἐν εἰρήνῃἈβραὰμ ἀπελεύσεται πρὸς τοὺς πατέρας ε̣ὐάρεστος ὢν Θεῷ, τῆς αὐτῆς ἐπαγγελίας κοινωνῶν· "6Ἀπαρχὴ"6 γὰρ "6Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ"6. Καὶ αὐτῶν δὲ τῶν δικαίων διάφορος ἡ ἐπαγγελία καὶ ἡ μονή· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Πρὸς οὖν τοὺς πατέρας τοὺς κατὰ πνεῦμα ἀπελεύσεται ὁ σπουδαῖος τῇ ὁμοιότητι τῶν τρόπων υἱὸς ὑπάρχων αὐτῶν, κἂν κατὰ σάρκα φαύλους ἔχῃ πατέρας. Ταῦτα περὶ αὐτοῦ τοῦ Ἀβρὰμ εἰπὼν περὶ τῶν ἐξ αὐτοῦ λέγει ὅτι "6τετάρτῃ γενεᾷ ἀποστραφήσονται ὧδε"6, τὴν ἐπὶ τὴν γῆν τῆς κληρονομίας δηλῶν. ∆ιὰ δὲ τοῦτο μετὰ "6τετρακόσια ἔτη"6 φησὶν τὴν ἀποστροφὴν ἔσεσθαι, διότι̣ ο̣ὔπω ἐξεπλήρωσαν οἱ Ἀμορραῖοι ἑαυτῶν τὰς ἁμαρτίας, δι' ἃς λοιπὸν πείσονται καταστροφήν, ἵν' ἐκείνων δικασθέντων αὐτοὶ οἰκήτορες τῆς γῆς ἐκείνων γένωνται. Καὶ τὰς τιμωρίας γὰρ ὁ Θεὸς μέτρῳ καὶ καιρῷ ἐπιφέρει μακροθυμῶν ἕως ὁ καιρὸς ἐνστῇ τῆς ἀνταποδόσεως. Τούτῳ ὅμοιον καὶ κατασκευαστικὸν ὑπάρχει τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον· "6Τότε Ἰησοῦς ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· Οὐαί σοι, Χοραζίν· οὐα<ί> σοι Βηθσαϊδάν, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδόνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, πάλαι ἂν ἐν σάκκῳ