1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

98

ἀποδρᾶναι ταύτην· προκοπῆς ἐγγεγενημένης τὰ πρότερα παρέρχεται, ἅπερ ἦν τῆς αἰγυπτίας Ἁγ̣άρ̣· ἀπὸ γὰρ τῶν γηΐνων παραδειγμάτων τὰ τῆς εἰσαγωγῆς βεβαιοῦται. Φεύγει οὖν αὕτη καὶ φεύγουσαν αὐτὴν ἄγγελος εὑρίσκει· οὐ γὰρ ἀφάνης γίνεται ἄγγελος ··· ··· ··· τ̣ο̣υ῀̣τ̣ο γὰρ ἡ προσθήκη τοῦ "6Κυρίου"6 σημαίνει. Εἴρηνται ··· ··· ··· π̣ονηροὶ καθὸ λέγεται· "6Ἀποστολὴν δι' ἀγγέλω̣ν̣ π̣ο̣ν̣η- ρ̣ω῀̣ν̣ ··· ··· ··· ἀγγέλους κρινοῦμεν"6. Ὁ ἄγγελος ο̣ὐ῀̣ν ε̣ὑρ̣ω`̣ν̣ αυ᾿̣τ̣η`̣ν φεύγουσαν διὰ τὸ τῆς 243 ἀρετῆς μέγεθος ἐπισ[τρέ]φει· ὁ γὰρ διδασκαλικὸς λόγος καὶ τὰ τῆς εἰσαγωγῆς μαθ[ήμ]ατα ἐπιστρέφει πρὸς τὴν ἀρετήν. Εὖ δὲ καὶ τὸ ἐν ἐρήμῳ καὶ ἐπὶ τῆς πηγῆς αὐτὴν λέγειν ηὑρῆσθαι ἐν τῇ ὁδῷ Σου´̣ρ, ἥτις ἑρμηνεύεται συνοχή· οὐ γὰρ ἔξω τοῦ οἴκου ἐγεγόνει φεύγουσα οὐδὲ τάχει α···να αποστ····ν εκ̣ει··· ·ως δήπ̣οτε καὶ τῶν εἰσαγωγῶν τῆς ἀρετῆς ἀρξαμεν·· Οὐκ ἔξω οὖν τοῦ περιβόλου γίνεται οτ··· ··· κα[··· ··] τῇ εἰσαγωγῇ καταμένῃ· διὸ καὶ ἐπιστρέφει ὁ διδασκα[λικ]ὸς λόγος τὸν τοιοῦτον ὑποδεικνὺς αὐτῷ τὸ ει᾿̣κα̣ῖον τῆς παραμονῆς διὰ τοῦ λέγειν· "6Πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;"6 Πρέπει γὰρ καὶ τὰς ἀρχὰς καὶ τὸν σκοπὸν εἰδέναι τὸν ἐνάρετον· ὁ δὲ χρώμενος τῇ εἰσαγωγῇ πολλάκις τὸ μέγεθος τῆς ἀρετῆς προφασι- ζόμενος καταμένει ἐν αὐτῇ τρόπον τινὰ διαφεύγων τὸν τόνον τῆς τελειότητος· τοῦτο γὰρ δηλοῦται διὰ τοῦ "6Ἀπὸ προσώπου Σάρα̣ς̣ τῆς κυρίας μου ἐγὼ ἀποδι- δράσκω"6. Ἀλλὰ καὶ τοῦ κάλλους τοῦ πνευματικοῦ νόμου ἐνστάν- τος φεύγει τὰ σκιώδη, φωτεινῶν θυσιῶν παρ̣ὰ τὰς ὑπὸ τῆς σκιᾶς παραδιδομένων κα̣ὶ εἰσαχθεισῶν· οὕτω καὶ τὸ ἐκ μέρους καταργεῖται ἐνστάντος τοῦ τελείου. Ἀπεδί- δρασκεν ἀπὸ προσώπου ὁ ἀκούων πρὸς τοῦ Σωτῆρος· ∆εῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν, καὶ λέγων· "6Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν;"6 τὸ γὰρ θεῖον ἀνθρω- πίνως ἐνόει. Καλὸν δὲ καὶ τὸ εὑρίσκεσθ̣αι̣ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· ὁ γὰρ εἰσαγόμενος περὶ τὰ καθάρσια εὑρίσκεται, ἅπερ σημαίνει τὸ ὕδωρ, καὶ εἰς ἔρημον τω῀̣ν̣ κακῶν ὁ τοιοῦτός ἐστιν κακίας ἀπηλλαγμένος καὶ ἐχ̣ο´̣μενος ἀρετῆς. 244 χῃι, 9. Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστρά- φητι πρὸς τὴν [κυ]ρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Τὸ μὲν ῥητὸν οὐκ ἀσαφές· δείκνυται δὲ ἐκ τῆς ἀλληγο- ρίας ὅτι, κἂν ὑπό τινος εἰκαίας πράξεως ἄγῃ ἕκαστος, ἧς οἰήθῃ εἶναι τῶν τὴν σκιὰν τοῦ νόμου περιεπόντων, καὶ ὥσπερ ἀποφεύγῃ τὴν πνευματικὴν θεωρίαν, ὑποστρέφει τὸν τοιοῦτον ὁ διδασκαλικὸς λόγος εἰς τὸ προηγούμενον βούλημα το̣[ῦ ···]υ· Καὶ γὰρ Κύριος τὰ ἐν τοῖς γράμμασιν τῆς σκιᾶς ἠρέμα ὑπέβαλλε̣[ν] ἀφίστασθαι αὐτῆς διὰ τοῦ λέγειν· "6Τί μοι πλῆθος τῶν θυσιῶν ὑμ̣ω῀̣ν;"6 καὶ "6Μὴ φάγομαι κρέας ταύρων καὶ αἷμα τράγων πίομαι; Θῦσ̣ο̣ν̣ τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου"6. Μέγα οὖν τὸ ὑπὸ τὰς χεῖρας τῆς πνευματικῆς διδασ- καλίας κυρίασὀνομαζομένης εὑρίσκεσθαι καὶ ταπεινοῦσθαι ὑπ' αὐτὴν οὐκ οὖσαν ταπεινὴν ἀλλ' ὡς πρὸς τὴν κυρίαν. Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. χῃι, 10. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Οὐκ ἀπιθάνως εὐλογίας ἀξιοῦται καὶ ὁ κατὰ τὴν εἰσαγωγὴν ζῶν· ἡ γὰρ τούτου προκοπὴ κατὰ τὸν προσή- κοντα σκοπὸν προΐουσα ἥξει ἐπὶ τὸ τέλειον. Παρατήρει δὲ ὅτι ἐπὶ μὲν τῆς ἀρετῆς-ἀπ' αὐτῆς γὰρ τὸ γνήσιόν ἐστι σπέρμα τοῦ Ἀβραάμ-ἐξαγαγόντος τοῦ Θεοῦ αὐτὸν ἔξω καὶ εἰπόντος· "6Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς"6, εἴρηται· "6Οὕτως ἔσται τὸ σπέρμα σου"6, ἐπὶ δὲ ταύτης οὐκ ἐλέχθη ὡς "3κατὰ τοὺς ἀστέρας ἔσται τὸ σπέρμα σου"3 ἀλλὰ μόνον· οὐκ ἀριθμήσεται ἀπὸ τοῦ πλήθους, μήποτε ἐκ ταύτης τῆς διαφορᾶς δυνήθῃς ἐπιστῆσαι ὅτι τὰ μὲν τοῦ 245 τελείου γεννήματα φωτεινὰ τυγχάνει, τὰ δὲ τῆς εἰσαγωγῆς οὐ τοιαῦτα. χῃι, 11. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἰδοὺ ἐν γαστρὶ ἔχεις καὶ τέξεις υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ ὅτι ἐπήκουσεν