1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

οὐρανῶν καὶ τῆς γῆς ἀπώλετο κατακλυσθεὶς ὁ τότε κόσμος, οὕτως ἀναστοιχειουμένων εἰς πῦρ τῶν οὐρανῶν καὶ τῆς γῆς οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ 37 ἄρδην ἀπολοῦνται· καὶ τουτέστι τὸ τῆς ὁμοιότητος τὸ ἅμα αὐτοὺς ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολωλόσιν· "ὡς γὰρ ἐν ταῖς ἡμέραις Νῶε", φησὶν ὁ κύριος, "ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, κατὰ ταῦτα ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου." Ἐπὶ πλεῖον δὲ συναγορεύων, ὅτι οὕτως ἔσται, φησὶν ἐλεύσεσθαι τὴν τῆς κρίσεως ἡμέραν λανθάνουσαν οἷα κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέτως οἱ οὐρανοὶ παρελεύσονται τῶν στοιχείων ἐκτηκομένων πρὸς τοῦ ἐπενεχθέντος πυρός· μεθ' οὓς οὐρανοὺς ῥοιζηδὸν παρεληλυθότας καὶ καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ ἐπαγγέλματα τοῦ θεοῦ τὴν οἴκησιν ἴσχει. (Cr 98, 11-28 Ma 210)

38 Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς ἀποστόλοις ταύτην ἀναστήσας τὴν σάρκα, ἣν προσήλωσαν τῷ σταυρῷ. (Cr 107, 16-18 Ma 213) Ἕκαστον τῶν γεννητῶν τι εἶναι λέγεται, οἷον εἶναι ἄγγελος, εἶναι ἥλιος ἢ οὐρανός, μόνος δὲ ὁ σωτὴρ καθάπαξ ὢν τυγχάνει· οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν ἔρχεται. Τούτου ἀκρόασιν πρότερον κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν δεξάμενός τις ἔρχεται εἰς τὸ ἰδεῖν αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν γυμνασίαν, ἥτις ψηλάφησις περὶ τοῦ λόγου τῆς ζωῆς εἴρηται τῆς εἰπούσης, ὅτι· "ἐγώ εἰμι ἡ ζωή". Λελέξεται καὶ οὕτως· περὶ τοῦ ἐν ἀρχῇ ὄντος ἀκηκόαμεν διὰ τοῦ 39 νόμου καὶ τῶν προφητῶν, ὡς ἐλεύσεται· τοῦτον ἐλθόντα ἐμφανῶς τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν οὐχ ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφθέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς λόγῳ. (Cr 107, 1-13 Ma 213)

40 Τὴν οὖσαν ἐν τῷ πατρὶ ζωὴν φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν φησι, καταλλήλως ἰδεῖν αὐτὴν καὶ ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ φανερωθείσῃ ζωῇ μαρτυροῦντες ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς. (Cr 107, 29-32 Ma 213) Ὑπ' αὐτοῦ τοῦ σωτῆρος ἀγγελίαν γεγονέναι γράφει τοῖς μαθηταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, ἵνα τὴν αὐτὴν ἐν ὑμῖν περὶ θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν ὁ θεὸς νοητὸν ἀΐδιον· οὐδὲν γὰρ αἰσθητὸν ἀεὶ ὑπάρχει· τούτῳ τῷ φωτὶ ἐναν 41 τίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι. (Cr 109, 9-17 Ma 214) Εἰ δὲ εἴρηταί που· "σκότος ἀποκρυφὴν αὐτοῦ", σκότος ἐν τούτοις λέγεται ἡ ἐν ἀκαταληψίᾳ ἀσάφεια· ἄγνοιαν δὲ ἡμῶν δυνατὸν εἶναι τὴν ἀσάφειαν, οὐ μὴν τοῦ θεοῦ φωτὸς ὄντος. (Cr 109, 17-19 Ma 214)

42 Τὸ γινώσκειν ἐν τῇ γραφῇ μάλιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι 43 καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ· "τὸν μὴ γνόντα ἁμαρτίαν"· καὶ τό· "οὐδέποτε ἔγνων ὑμᾶς, ἐργάται τῆς ἀνομίας"· ἁμαρτίαν γὰρ οὐκ ἔγνω οὐ τὸ μὴ ἐπίστασθαι, τί ἐστιν ἁμαρτία, ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν. (Cr 111, 15-18 Ma 216) Ὁ λέγων οὖν ἐγνωκέναι τὸν θεὸν τὸ ἀνακεκρᾶσθαι αὐτῷ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει· ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανε 44 ροῦται ἐκ τοῦ προκειμένου· φησὶ γάρ· "ἐν τούτῳ γινώσκομεν", τουτέστιν ἐπιστάμεθα, "ὅτι ἐγνώκαμεν αὐτὸν" ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς ἐντολάς· ὁ γὰρ μὴ τηρῶν αὐτὰς φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ θεοῦ τυγχάνων. (Cr 111, 20-27 Ma 216) Ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας οὐ στερεῖται