1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

πληρότητος σοφία καὶ ἀλήθεια θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν. οὐκ ἐλαττοῦται, ἐπεὶ μηδέ, ὅταν περὶ θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος ἐλαττοῦται ἡ θεότης· ᾧ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη· ὡς γὰρ μόνου σοφοῦ θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἢ κατὰ πάθος λήθη ἢ μεταμέλεια ἤ τι τῶν τοιούτων οὐχ ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ 45 αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀληθείας τοῦ θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διά τι χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ. (Cr 111, 27-112, 3) Ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ' ἧς οὐδὲν τῶν κακῶν ἢ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς. (Cr 112, 18-20) 46 Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστι τὴν γραφομένην περὶ ἀγάπης ἐντολὴν ἀπ' ἀρχῆς εἶναι καὶ ἠκοῦσθαι τούτοις, οἷς ἡ ἐπιστολὴ γράφεται· οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς ἐπιστολῆς τὸ τέλος· "τεκνία", γάρ φησι, "φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων". μήποτ' οὖν ἐντολὴ παλαιὰ καὶ ἀπ' ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστὶν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φιλικὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ ζῶα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ σωτὴρ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· "πάντα οὖν, ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς". (Cr 112, 9-18 Ma 216f) 47 Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς παρίστασθαι ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε, τίνα "τὰ ἐν αὐτῷ" τυγχάνει, ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν· ἔστι τοίνυν "καὶ τὰ ἐν αὐτῷ" ἐμπαθὴς καὶ ὑλικὴ διάθε 48 σις σημαινομένη δι' ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς καὶ ὀφθαλμῶν ὄρεξις. (Cr 116, 11-16 Ma 218) ∆υνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητά, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται εἶναι ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται ποιῶν 49 τὰ θελήματα τοῦ θεοῦ τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν θεόν. (Cr 116, 16-23 Ma 218) Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ ἀπέστησαν μὲν τῆς ἀληθείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν ἐξεῦρον. (Cr 118, 27-28)

50 Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ θεοῦ ὡς ὄντος κατ' οὐσίαν δικαίου εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδωσιν ἑαυτὸν τῷ ἁγιασθῆναι ἐπιστάμενος 51 ἀκριβῶς τό· "ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι"· εὖ δὲ καὶ τὸ φάναι "ποιῶν", ἀλλ' οὐ ποιήσας ἢ ποιήσων δικαιοσύνην· δίκαιον παρίστησιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρακτικὴ οὖσα· οὐδεὶς οὖν πρὸ ποιήσεως αὐτῆς δίκαιός ἐστιν οὐδ' ὁ παυσάμενος τοῦ κατ' αὐτὴν ἐνεργεῖν. Ὅτι δὲ ὁ θεὸς δίκαιος, φησὶ Μωϋσῆς· "ὅσιος καὶ δίκαιος ὁ κύριος"· οὗτος πατὴρ τοῦ σωτῆρός ἐστι· "πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω"· τούτου υἱὸς ὢν ὡς θεὸς ἐκ θεοῦ καὶ ἅγιος ἐξ ἁγίου, οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρχει· οὐ μάχεται τούτοις τὸ δικαιοσύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ' οὐσίαν τοιοῦτον ῥηθείη δικαιοσύνη καὶ δίκαιος. (Cr 120, 30-121, 11 Ma 221) 52 νῦν τέκνα θεοῦ ἐσμεν τουτέστι κατὰ τὴν παροῦσαν ζωήν. (Ma 221)

57 Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι' ὑποβολὴν πονηρῶν λογισμῶν ὡς ἐπὶ τοῦ Ἰούδα. (Cr 123, 29-32 Ma 221) Ἀλλ' ἐρεῖ τις, ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ· δίδωσι γὰρ 58