1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

νόμῳ. Rom 10,4-5 Ὁ τὸν νόμον πληρώσας, φησίν, ἐκείνων μόνων ἀπολαύσει τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν, τοῦτ' ἔστι γῆν ῥέουσαν γάλα καὶ μέλι. Rom 10,6-10 ∆ιδάσκει ὁ λόγος τοὺς πιστεύοντας μηδεμίαν λαμβάνειν ἀμφιβολίαν, μήτε περὶ τῆς ἐξ οὐρανῶν πρὸς ἡμᾶς τοῦ κυρίου καθόδου, μήτε περὶ τῆς νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανὸν ἀνόδου. Rom 10,11-13 Ἀναγκαίως προέθηκε τοὺς ἐπικαλουμένους αὐτόν· οὐ γὰρ ἀκρίτως δίδωσιν ὁ θεὸς τὴν χάριν καὶ εἰς τοὺς μηδὲ τοσοῦτον παρασχεῖν βουλομένους τῷ εὐεργέτῃ ὅσον γοῦν αἰτῆσαι καὶ δεηθῆναι. ἵνα δὲ μήτις λέγῃ, ὡς οὐ δι' ἀπιστίαν καὶ ἀγνωμοσύνην ἀλλὰ δι' ἄγνοιαν πολλοὶ τὸν κύριον Ἰησοῦν οὐ παρακαλοῦσιν, δείκνυσι διὰ τῶν ἑξῆς, ὅτι ὁ θεὸς καὶ τὴν τῆς ἀγνοίας αὐτῶν περιεῖλεν πρόφασιν, ἀποστείλας εὐαγγελιστὰς καὶ κήρυκας προτρέποντας καὶ καλοῦντας εἰς τὴν τῆς δωρεᾶς αἴτησιν. διὸ ἐπήγαγεν τὸ ἑξῆς. 102 Rom 10,21 ∆οκεῖ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν μετὰ τοῦ ἐκτείνειν τὰς χεῖρας πρὸς αὐτούς, διὰ δὲ τοῦ αὐτοῦ καὶ τὸ σχῆμα τοῦ σταυροῦ ὑποδεικνύς.

Rom 11,1-2 Παλὶν φοβηθεὶς ὁ ἀπόστολος μὴ τὸ πλεονάζον τῆς ἀποβολῆς τῶν

Ἰουδαίων δόξῃ αἵρεσιν τῆς ἀπειθείας ἐργάζεσθαι, χωρεῖ ἐπὶ τὸ ὀλίγον λεῖμμα τῆς ἐκλογῆς τῶν ἀποστόλων καὶ τῶν συμπιστευσάντων αὐτοῖς. καὶ γὰρ ἀνωτέρω εἰπών· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, ἐνέφηνεν ὅτι ἦσαν τινὲς οἱ σωζόμενοι εἰ καὶ μὴ πάντες, καὶ πάλιν· οὓς καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν. Rom 11,3-5 Πρὸς μαρτυρίαν τοῦ καταλείμματος παραλαμβάνει τὰ κατὰ τὸν Ἠλείαν, ἀφ' ὧν δείκνυσιν αὐτὸν ὁμολογοῦντα τὸν θεὸν οὐκ ἐν πολλῷ πλήθει ἀλλ' ἐν ἑπτακισχιλίοις ἀνδράσι σώζεσθαι αὐτοῦ τὸν λαόν, οὗ δὴ καθ' ὁμοιότητα ἀποβῆναι καὶ ἐπὶ τοῦ σωτῆρος, τοῦ καταλείμματος μόνου ὑποδεξαμένου τῆς ἐπαγγελίας τὴν χάριν. Rom 11,6 Καὶ ἤδη προείρηται ὅτι ἡ μὲν πίστις ἔπαυσε τὸν νόμον, ἡ δὲ χάρις ἐκράτησε τῶν ἔργων. διό φησιν· εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἡ μὲν γὰρ χάρις τοῦ χαριζομένου δηλοῖ τὴν φιλανθρωπίαν, τὰ δὲ ἔργα τὰς κατ' ἀξίαν τῶν ἔργων ἀμοιβὰς ἀπαιτεῖ. Rom 11,7 Τί οὖν; φησίν, ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. πάντες, φησίν, οἱ ἐξ Ἰσραὴλ ἐπωρώθησαν πλὴν τῆς ἐκλογῆς· διὸ οὐκ ἐπέτυχον οὗ ἐζήτουν. τί δὲ ἐζήτουν; τὴν ἐπαγγελίαν τοῦ γενέσθαι υἱοὶ καὶ κληρονόμοι κόσμου. 103 Rom 11,8 Ἔθος τῇ γραφῇ τὰ κατὰ συγχώρησιν τοῦ θεοῦ συμβαίνοντα τοῖς ἀνθρώποις ἀναφέρειν ἐπὶ τὸν συγχωρήσαντα. συγχωρεῖ δὲ ὁ θεὸς τῇ ἑκάστου ὁρμῇ χωρεῖν ἐφ' ὃ βούλεται, ἵνα μὴ πρὸς βίαν αὐτὸς φέρων τῆς ἐλευθερίας δοκῇ περιαίρειν τὴν ἐξουσίαν. ὃ δέ φησι, τοιοῦτόν ἐστιν· πνεῦμα γὰρ κατανύξεως πρὸς εὐσέβειαν ἔδωκεν αὐτοῖς, ἀλλ' οὔτε αὐτοὶ ὁρῶσιν ἄλλων ἀκούουσιν. πῶς ἂν οὖν σωθεῖεν ὡς καὶ ἀλλαχοῦ λέγει· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Rom 11,11 Οἱ ἐπὶ τοῦ κατακλυσμοῦ ἀνίατα πλημμελήσαντες καὶ οἱ κατὰ τὴν Σοδομηνὴν ὅμοια παρανομήσαντες οὕτως ἔπεσον ὡς καθάπαξ πεσεῖν καὶ μηκέτι διαναστῆναι ἀλλ' ἄρδην διαφθαρῆναι. τί οὖν; ἆρα μὴ καὶ Ἰουδαῖοι οὕτως ἔπταισαν ἵνα πέσωσιν ἐπὶ τῷ ἀπολέσθαι καὶ μηκέτι σωθῆναι; μὴ γένοιτο, φησίν. τὸ γὰρ παράπτωμα αὐτῶν διπλῆν ἔχει τὴν οἰκονομίαν· τά τε γὰρ ἔθνη ἀντεισήχθη καὶ αὐτοὶ τούτου γε ἕνεκεν παραζηλώσαντες ἐπιστρέψουσιν. ἐπεὶ γὰρ πρὸ νόμου ἐξέκλιναν καὶ λαβόντες νόμον μᾶλλον ἐβαρήθησαν ἤπερ ὠφελήθησαν, καὶ οὔτε ἀπειλαῖς εἶξαν οὔτε προτροπαῖς ἐπείσθησαν, ἀλλ' ἀεὶ διέμειναν ἀπειθεῖς, ἐπὶ ἑτέραν οἰκονομίαν ἦλθεν ὁ σωτήρ, καὶ σώζεται τὰ ἔθνη διὰ τοῦ παραπτώματος αὐτῶν, ἵνα κἂν ἐκ τῆς παραζηλώσεως τῶν ἐθνῶν σωθῶσιν. Rom 11,12 Ἰουδαίων μὴ φυλαξάντων τὸν νόμον ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν· ἧκεν οὖν ὁ κύριος ἡμῶν χάριτι τὰ παραπτώματα