1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

βασιλεῖ κρίμα καὶ δικαστήριον ἐπισπῶνται. Rom 13,5 ∆εῖ, φησίν, ὑπακούειν ταῖς ἀρχαῖς οὐ μόνον διὰ τὰς τῶν ἀρχόντων ὀργάς, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, τοῦτ' ἔστι τὸ τοῦ πράγματος εὔλογον. ἢ καὶ τοῦτό φησιν· σὺ μὲν οὐ θέλεις δικάζεσθαι διὰ τὸν θεόν, οἱ δὲ ἔξωθεν ὑποπτεύουσι συνειδέναι τι κακὸν σεαυτῷ καὶ τὴν συνείδησίν σου πεπλῆχθαι. Rom 13,6 Οἱ φόροι, φησί, τὴν ὑποταγὴν ἐλέγχουσιν· ἄξιον οὖν ὑποτάσσεσθαι τοῖς βασιλεῦσι λειτουργοῖς οὖσι θεοῦ καὶ προσκαρτεροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως αὐτοῦ. Rom 13,11 Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα· οἱ μὲν γὰρ πρότερον ἀγνοοῦντες τὴν ἀλήθειαν καὶ ἐν σκότῳ καὶ νυκτὶ τῆς πλάνης διάγοντες εἰκότως ὥσπερ οἱ καθεύδοντες ἐν ἀπραξίᾳ ἔργων ἀγαθῶν ἐτύγχανον, οἱ δὲ νῦν ἅτε δὴ τῇ μνήμῃ τοῦ σωτῆρος φωτισθέντες καὶ ἐν ἡμέρᾳ γεγονότες, διαναστῆναι ἐκ τῆς τοῦ ὕπνου ἀργίας ὀφείλουσι καὶ ἔργων ἀγαθῶν ἅπτεσθαι. νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ' ἔστιν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ἡμῖν γέγονε τοῦ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἐπὶ τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, οὐδὲ πρόδηλον ἦν ἡμῖν ποίων μὲν ἀπέχεσθαι πράξεων, ποίας δὲ μετιέναι προσήκει. Rom 13,12 Νύκτα μὲν καὶ σκότος τὴν ἄγνοιαν καλεῖ ἥν φησι πρὸς τὸ τέλος συνελαύνειν γνωρισθέντων ἡμῖν τῶν πρακτέων, ἡμέραν δὲ καὶ φῶς τὴν τῆς εὐσεβοῦς ἀληθείας ἐπίγνωσιν. ὁ μέντοι σωτὴρ εἰπών· 109 ἕως ἡμέρα ἐστὶν ἐργάζεσθε τὰ ἔργα τοῦ φωτός, ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, ἡμέραν μὲν προσηγόρευσεν τὴν ἐν τῷδε τῷ βίῳ διαγωγὴν ὡς παρέχουσαν ἡμῖν τῶν ἔργων καιρόν, νύκτα δὲ τὰ μέλλοντα καὶ τὰ αἰώνια, καθὸν οὐκέτι πράττειν τι δυνατόν, ἀλλ' ὡς σκότους ὄντος ἐν ἀπραξίᾳ κεῖσθαι ἀπολέσαντας τῶν ἔργων τὸν καιρόν. Rom 13,14 Ἐνδύσασθε, φησί, τὸν κύριον Ἰησοῦν Χριστόν, ἀντὶ τοῦ μιμεῖσθε αὐτὸν ἐν οἷς πράττετε καὶ δείξατε αὐτὸν δι' ὑμῶν ἐν οἷς πολιτεύεσθε. πῶς δ' ἄν τις μιμήσαιτο τὸν Χριστόν, ἔδειξεν ἐπαγαγών· καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· ὁ γὰρ περὶ τὴν σάρκα ἠσχολημένος καὶ τὰς τῆς σαρκὸς ἡδονὰς πληρῶν οὗτος πάντως τῆς ψυχῆς ἀμελεῖ.

Rom 14,4 Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην καὶ τὰ ἑξῆς. ὁ οἰκέτης τοῦ

Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον; Rom 14,6 Νῦν περὶ νηστείας διαλαμβάνει. φησὶ δὲ ὅτι καὶ ὁ νηστεύων καὶ τὴν ἡμέραν περὶ τὸ φρονεῖν καὶ ζητεῖν τὰ θεῖα καταναλίσκων τῷ κυρίῳ φρονεῖ, οἷον ἐπ' αὐτῷ ἔχων τὰς ἐλπίδας τοῦτο ποιεῖ. ὡσαύτως δὲ καὶ ὁ τὴν ἡμέραν οὐ περὶ τὸ φρονεῖν ἀναλίσκων ἀλλὰ περὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν, καὶ οὗτος κυρίῳ οὐ φρονεῖ, οἷον καὶ ἡ ῥᾳθυμία αὐτοῦ καὶ ἡ ἄνεσις ἐν θεῷ γίνεται, καὶ οὐκ ἔστιν οὐδὲ οὗτος ἀπόβλητος· οὐ γὰρ ἀφηνιῶν οὐδὲ ἀρνούμενος τὸν δεσπότην τοῦτο ποιεῖ, ἀλλὰ θαρρῶν τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ ἐν οἷς ἂν ῥᾳθυμῇ καὶ ἀνίεσθαι δοκῇ. ὥστε καὶ ὁ ἐσθίων ὑπὲρ ὧν ἀπολαύει τῷ κυρίῳ εὐχαριστείτω, καὶ ὁ μὴ ἐσθίων ὑπὲρ τῆς ἐγκρατείας ἧς ἔχει ἐνισχύσαντα θεὸν δοξολογείτω δικαίως. κἂν τοίνυν ἐσθίῃ τις κατὰ θεόν, κἂν νηστεύῃ κατὰ θεόν, καλῶς ποιήσει. Rom 14,7-9 Εἰς τοῦτο γάρ, φησί, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. τί οὖν; ἆρα πρὸ τοῦ πάθους οὐκ ἦν πάντων κύριος ὁ 110 Χριστός; ἀλλ' ἦν. τί οὖν τὸ ἐκ τῇς ἐνανθρωπήσεως πλέον; ὅτι τῇ μὲν ἀληθείᾳ καὶ τῇ φύσει δεσπότης ἦν ὁ ποιήσας τῶν ποιηθέντων, τῇ δὲ τῶν ἀσεβησάντων ἐκτροπῇ. τοὺς λατρεύσαντας τῇ κτίσει παρὰ τὸν κτίσαντα οὐκ αὐτὸς ἐνομίζετο δεσπόζειν, ἀλλὰ τὰ ὑπ' αὐτῶν προσκυνούμενα· ὥστε ἡ μὲν ἔνσαρκος αὐτοῦ παρουσία τούς τε ὄντας μετ' αὐτοῦ καὶ ἐσομένους μετ' αὐτὸν ὑπὸ τὴν τοῦ