1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

θεοῦ δεσποτείαν προσῆγεν, ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμούς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ ἐγένετο. Rom 14,14 Οἶδα καὶ πέπεισμαι, φησίν, ὅτι οὐδὲν κοινὸν δι' αὑτοῦ, τοῦτ' ἔστιν οὐδὲν κοινὸν καὶ ἀκάθαρτον διὰ πίστεως τῆς εἰς Χριστὸν Ἰησοῦν λαμβανόμενον. Rom 14,21 Καλόν, φησί, τὸ μὴ φαγεῖν κρέα, ἐὰν ὁ ἀδελφός σου ἐπὶ τοῦτο σκανδαλίζηται δοκῶν εἶναί σε ἥττονα γαστρός. καὶ ἐκ τοῦ ἐναντίου πάλιν· ἐὰν μὴ ἐσθίων κρέα δόξῃς ὡς ἀπ' ἀκαθάρτων ἀπέχεσθαι, ἔσθιε ἵνα μὴ ἑτέροις εὑρεθῇς πρόσκομμα. Rom 14,22-23 Ὁ μὴ κρίνων ἑαυτόν; οὗτός ἐστιν ὁ μετὰ πίστεως ἁπτόμενος τῶν βρωμάτων ὃν καὶ μακαρίζει ὡς πιστόν, ὁ δὲ ἀνώμαλον ἔχων τὴν ψυχὴν περὶ τὴν πίστιν καὶ οὐ θαρρῶν ἑαυτῷ ἀλλὰ διακρινόμενος, οὗτος ἐὰν φάγῃ κατακέκριται. ὥστε ἄμεινον τῷ τοιούτῳ ἀπέχεσθαι, ἵνα μὴ τὸ ἑαυτοῦ πλήττῃ συνειδός. Rom 15,3 Βούλεται εἰπεῖν ὅτι ὁ κύριος ἡμῶν καὶ σωτὴρ οὐχ ἑαυτῷ ἀρέσκων ἐνηνθρώπησεν, ἀλλ' ἵνα τοὺς ἀσθενοῦντας ἀνθρώπους οἰκτειρήσῃ καὶ διὰ τῆς ἐνσάρκου οἰκονομίας εἰς βεβαίαν τῆς θεοσεβείας αὐτοὺς ἐπιστηρίξῃ γνῶσιν καὶ τὴν ἀπιστίαν αὐτῶν διορθώσηται· τοιοῦτοι γὰρ μάλιστα Ἰουδαῖοι, ὥσπερ εἰς ὄνειδος θεοῦ πρὸς ἄλλους ἀποφοιτῶντες 111 θεοὺς καὶ ὥσπερ οὐ βουλόμενον ἢ οὐ δυνάμενον βοηθεῖν ὀνειδίζοντες τὸν θεόν, προσέτρεχον θεοῖς τῇ παρ' ἑτέρων μᾶλλον βοηθείᾳ πιστεύοντες. τὸν γοῦν Ἀαρὼν ἠνάγκαζον ποιῆσαι θεοὺς αὐτοῖς οἳ προπορεύσονται αὐτῶν, ὥσπερ εἰς διαβολὴν καὶ ὄνειδος τοῦ θεοῦ. διὸ δὴ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ πρὸς τὸν πατέρα εἴρηται ὁ ψαλμὸς λέγων· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. ἀπὸ γοῦν τῆς παρουσίας τοῦ Χριστοῦ οὔτε Ἰουδαῖοι ἔτι εἰδωλολάτρευσαν, καὶ τὰ ἔθνη εἰς εὐσέβειαν ἐπέστρεψεν. Rom 15,8 ∆ιάκονος γεγένηται ὁ κύριος ἐπαγγελίας καὶ φιλανθρωπίας θεοῦ. ἐπαγγελίαν μὲν γὰρ ἐπλήρου θεοῦ γενόμενος ἐκ σπέρματος Ἀβραὰμ καὶ ἀκολούθως τῷ γένει τὴν περιτομὴν δεξάμενος. ἔλεον δὲ καὶ φιλανθρωπίαν ἐπεδείκνυτο διὰ τῆς τῶν ἐθνῶν κλήσεως· οὐ γὰρ διὰ τὴν αὐτῶν δικαιοσύνην ἐκλήθησαν ἀλλὰ διὰ τὴν τοῦ καλέσαντος φιλανθρωπίαν.

Rom 15, Οὕτω δὲ φιλοτιμούμενον, φησίν, εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ, οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ' ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τῶν ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν.

Rom 16,19 Θέλω δὲ ὑμᾶς, φησί, σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς

τὸ κακόν· τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν. ταῦτα δὲ καὶ ὁ κύριος παρήγγελλεν λέγων· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως μωρία ἐστίν, φρόνησις δὲ καθ' ἑαυτὴν μὴ προσούσης ἀκεραιότηρος εἰς κακουργίαν ἐκπίπτει. Rom 16,25-27 Ἐπὶ τῶν παλαιῶν χρόνων πλάνης ἐμπολιτευομένης τῷ βίῳ καὶ τῆς εἰδωλολατρίας ἐπικρατούσης, οὐδὲ τοῦ παντοκράτορος θεοῦ γνῶσιν 112 εἶχον οἱ ἄνθρωποι· τοσοῦτον ἀπεῖχον εἰδέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Μωϋσέως δὲ τοῦ νομοθέτου καὶ τῶν προφητῶν προχειρισθέντων διδάσκειν τὴν ἀλήθειαν, κατὰ μὲν τὸ φανερὸν Ἰουδαίους, κατὰ δὲ οἰκονομίαν καὶ τὰ ἔθνη-διὰ τοῦτο γὰρ κατὰ πρόνοιαν θεοῦ καὶ αἰχμάλωτοι πολλάκις ἐγένοντο καὶ διέτριβον παρὰ τοῖς ἔθνεσιν, ἵνα τῇ ἑαυτῶν συνουσίᾳ παιδεύωσιν αὐτούς-προχειρισθέντων οὖν προφητῶν κηρύσσειν τὸν παντοκράτορα θεόν, τὸ περὶ τοῦ μονογενοῦς ἔτι ἐν ἀπορρήτῳ ἦν, μυστηριώτερον μὲν ὑπ' αὐτῶν παραδιδόμενον, σχεδὸν δὲ ὑπὸ μόνων αὐτῶν γνωριζόμενον. ἐπειδὴ δήποτε ἐπαιδεύθη τὰ ἔθνη διὰ τῆς τῶν Ἰουδαίων ἐπιμιξίας τὸν ἐπὶ πάντων γνωρίζειν θεόν,