1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

4

ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅγιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα. 3.1 Πτύρει δὲ ὁ λόγος τοὺς μὴ καταξιωθέντας πνεύματος ἁγίου. «οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ». 3.2 τὸ μὲν γὰρ Ἰησοῦς ὄνομα καὶ Ἰουδαῖοι λέγουσιν, ἀλλ' οὐ κύριον ἡγοῦνται. καὶ Ἀρειανοὶ λέγουσι τὸ ὄνομα καὶ θεὸν *, θετὸν δὲ λέγουσι καὶ οὐκ ἀληθινόν, ἐπειδὴ οὐ μετέσχον πνεύματος 3.3 ἁγίου. ἐὰν γὰρ μή τις δέξηται πνεῦμα ἅγιον, οὐ λέγει τὸν Ἰησοῦν κύριον ὄντως καὶ θεὸν ὄντως καὶ υἱὸν θεοῦ ὄντως καὶ βασιλέα 3.4 ὄντως αἰώνιον. μάθωσι γὰρ οἱ τὴν κακὴν ὑπόληψιν ἐσχηκότες ὅτι πάντα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ οὐ θέλει περὶ ἑαυτοῦ μαρτυρεῖν. 3.5 οὕτω γὰρ εἶπεν ἐν τῷ εὐαγγελίῳ «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ». 3.6 καὶ τίς ἐστιν ὁ ἄλλος ἀλλ' ὁ φωνήσας ἐξ οὐρανοῦ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»; ὁ δὲ αὐτὸς ὁ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν» πάλιν λέγει «κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι» καὶ πάλιν «αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ ἃ δέδωκέ μοι ὁ πατήρ» καὶ πάλιν «Μωυσῆς ἔγραψε περὶ ἐμοῦ» καί «Μωυσῆς μαρτυρεῖ περὶ 3.7 ἐμοῦ». τὸ πρῶτον μέν «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν», ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν, ἵνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν 3.8 ἑαυτοὺς συνιστώντων. ἐπὰν δὲ εἴπῃ «κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι», δείκνυσιν ὅτι οὐκ ἀνθρώπου αὐτοῦ ἡ μαρτυρία, ἀλλὰ θεός ἐστιν ἀληθεύων ἐν τῇ αὐτοῦ μαρτυρίᾳ. ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, «πνεῦμα θεοῦ» ὂν καὶ «πνεῦμα ἀληθείας», τριὰς ἐν 3.9 ἑνὶ ὀνόματι ἀριθμουμένη. περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». ἀξιόπιστος δὲ μάρτυς περὶ τοῦ υἱοῦ ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ θεὸν αὐτὸν φάσκων. οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, ὅτι ἀληθινὸς θεός, περὶ υἱοῦ δέ, ὅτι μονογενὴς θεός. τὸ δὲ ἀνάπαλιν περὶ πατρός, ὅτι «φῶς ὁ θεός»· περὶ δὲ υἱοῦ, ὅτι «ἦν τὸ φῶς τὸ ἀληθινόν». 4.1 Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν. 4.2 τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῷ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπὼν περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν 4.3 φῶς ἀληθινόν; εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς 4.4 ἀληθινόν. καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ' ἀφ' ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός, καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμήσομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε 4.5 μὴ ᾖ ἡ λέξις προσκειμένη. ἀρκεῖ γὰρ ἐπὶ τῷ ἑνὶ τὸν πάντα σύνδεσμον τῆς τριάδος φέρειν καὶ ἀπὸ τοῦ πατρὸς νοεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν καὶ τὸ πνεῦμα ἀληθινόν, ἀντιπαρακειμένων τοῖς ἑκατέροις ὀνόμασι τῶν