1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

8

γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν 9.8 οὐρανῶν, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ. ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως 9.9 εὑρισκόμενα. οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ἑαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος ἔλεγεν «εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι», ὅσον τὸ 9.10 ἐπ' ἀνθρώπῳ λέγων· οὗτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ' ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν 9.11 Φαρισαίων· οὗτος ὁ ἀπελθὼν εἰς τὴν Γαλιλαίαν ἁλιεύειν, ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν 9.12 δύναμιν ἀπεκάλυπτεν, ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο, τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν, ὃς ἐν τῇ νηῒ ἐπὶ τῆς Τιβεριάδος λίμνης γυμνὸς πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς * ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ «παιδία, μή τι προσφάγιον ἔχετε;» καί φησι «βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε», ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης, ὃν ἠγάπα ὁ Ἰησοῦς, «ὁ κύριός ἐστιν», ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ κατὰ πνεῦμα 9.13 ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών· οὗτος ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ «Πέτρε, ποίμαινε τὰ ἀρνία μου», ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου, ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ἵνα «διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα». 10.1 Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι. εἰς αὐτὰς γὰρ ἐβεβαιοῦτο δι' αἰνίγματος καὶ ἡ πίστις τῶν ἐν τῷ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης 10.2 μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι, φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν τὸ τρίτον τὸ «ἅγιος ἅγιος 10.3 ἅγιος». οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, 10.4 ἀλλὰ τρεῖς φωνὰς ἑνικάς, τὸ ἅγιος ἅγιος ἅγιος· καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ 10.5 πολυθεΐαν ὀνομάσωσιν. εἷς γάρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι. καὶ διὰ τοῦτο «ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος», πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία 10.6 οὐσία μία δοξολογία εἷς θεός. ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίᾳ τὴν τριάδα· ἔσχες πνεῦμα ἅγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ἐδόξασας τὸν πατέρα, ἐσήμανας 10.7 τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα. ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ' οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἅγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ. 10.8 οὕτω λέγει ὁ μονογενής «ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν»· ἐν τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν