1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

14

ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους», ὁ ποταμὸς ὁ ἀένναος, ὁ «εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ», ὁ ἐκ τῆς πηγῆς προελθών, «ἐξ οὗπερ, ὥς φησι, 19.3 ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι», τὸ σκῆπτρον ∆αυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ' αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς 19.4 Ἰούδα, τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος», ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀληθείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος. ὁ Λόγος σὰρξ γενόμενος, 19.5 ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ «ὁ Λόγος» γὰρ οὐκ εἶπεν «ὁ γενόμενος», ἀλλὰ μετὰ τὸ εἰπεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ «σάρξ», μετὰ δὲ τὸ σὰρξ λέγει «ἐγένετο», ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ, - 19.6 οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος, ὁ πρὸς πατρὸς θεός, «ὁ μεγάλης βουλῆς ἄγγελος», ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, «ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος», αὐτὸς εἶπεν «οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ»· * καὶ γὰρ οὐκ οἴδασιν ὅτι 19.7 ὁ υἱὸς νοηματικῶς λέγει «εἰ μὴ μόνος ὁ πατήρ». εἰ τοίνυν οἶδεν ὁ υἱὸς τὸν πατέρα, μείζων δὲ ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, καὶ οὐδεὶς ἀμφιβάλλει, πῶς ἄρα ὁ τὸ μεῖζον εἰδὼς τὸ ἧσσον ἀγνοεῖ; οὐδὲ γὰρ οἶδέ τις τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ὡς γὰρ μέγας ὁ πατήρ, ὅτι οἶδε τὸν υἱόν, οὕτως 19.8 καὶ ὁ υἱὸς μέγας, ὅτι οἶδε τὸν πατέρα. εἰ οἶδε τοίνυν τὸν πατέρα, τὸ μεῖζον, τὸ μικρὸν πῶς ἀγνοεῖ, τουτέστι τὴν ἡμέραν καὶ τὴν ὥραν; ἐρεύνησον τὰς θείας γραφὰς καὶ μάθε τοῦ ἁγίου πνεύματος τὴν δύναμιν, καὶ αὐτὸ τὸ πνεῦμα τὸ γινῶσκον τὸν πατέρα καὶ τὸν υἱὸν ἀποκαλύψει σοι τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἵνα μὴ πλανηθῇς τῆς ἀληθείας καὶ ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν. 20.1 ∆ύο γὰρ γνώσεις ἐν τῇ θείᾳ γραφῇ, δύο εἰδήσεις, μία κατὰ ἐνέργειαν καὶ μία κατὰ εἴδησιν. ἵνα δὲ ἀπὸ παραδειγμάτων τὰ ὅμοια παραστήσω, εἰς τὸ διὰ πολλῶν ἐξομαλισθῆναι τὴν πεπλανημένην σου 20.2 διάνοιαν καὶ τῶν τοῦτο φρονούντων, μάθε τί λέγει ἡ γραφὴ περὶ τοῦ Ἀδάμ· «ἦσαν» φησί «γυμνοὶ ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνοντο». 20.3 τυφλοὶ δὲ οὐκ ἦσαν· ἔβλεπον γάρ· εἰ μὴ γὰρ ἔβλεπον, πῶς εἶδον τὸ ξύλον, ὅτι «καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι»; «καὶ λαβοῦσα» φησίν «ἡ γυνὴ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς τῷ μετ' 20.4 αὐτῆς». ἄρα οὖν οὐκ ἦσαν τυφλοί, ἀλλ' ἠνεῳγμένους εἶχον τοὺς ὀφθαλμούς· γυμνοὶ δὲ ὄντες οὐκ ᾐσχύνοντο βλέποντες, καὶ γυμνοὶ ὄντες ἑαυτοὺς ᾔδεισαν. ᾔδεισαν δὲ κατὰ εἴδησιν καὶ οὐ κατὰ 20.5 πρᾶξιν. μετὰ γὰρ τὸ ἐκβληθῆναι τοῦ παραδείσου βεβρωκότας τοῦ ξύλου, μετὰ πολὺν χρόνον φησίν «ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα 20.6 αὐτοῦ». πῶς τοίνυν ἔσται τοῦτο; καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ' οὐ τῇ πράξει. τὸ δὲ 20.7 ἀλλήλοις συναφθῆναι γνῶσιν εἶπεν ἡ γραφή. οἶδε δὲ καλεῖν εἴδησιν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει «ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε» καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐτῇ γὰρ ἑπτὰ ἔτη ἦν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι' ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, οὐκ ἔγνω 20.8 δὲ καὶ διὰ πράξεως. «καὶ ἔγνω Ῥαχὴλ τὴν γυναῖκα αὐτοῦ» καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ «καὶ ἐγήρασε ∆αυίδ» φησί «καὶ ἔσκεπον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον τῷ βασιλεῖ ζητηθήτω παρθένος καλή». καὶ εὑρέθη Ἀβισὰκ ἡ Σουμανῖτις. καί φησιν «ἠνέχθη τῷ βασιλεῖ καὶ συνεκοιμᾶτο αὐτῷ καὶ συνέθαλπεν αὐτόν· καὶ οὐκ ἔγνω αὐτὴν ∆αυίδ», τὴν σὺν αὐτῷ, τὴν σύσσωμον καὶ σύμπλευρον. 20.9 ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι' ὁράσεως ἢ τὴν διὰ πράξεως; καί «ἔγνω κύριος τοὺς