1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

15

ὄντας αὐτοῦ»· ἆρα οὖν τοὺς οὐκ ὄντας ἀγνοεῖ; καί «ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων 20.10 ὑμᾶς»· ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ; καὶ πάλιν «ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν». ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ' οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν, ἄλλην δὲ κατὰ πρᾶξιν. 21.1 Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα *, ἀπέδειξεν ἤδη τὰ πάντα τετελειωμένα, * ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν «ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ» καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς 21.2 κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν. ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄγει καὶ τελεῖ. λέγει γάρ «ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη» καί φησιν «οὐκ ἔστε ἐν νυκτί, ἵνα ἡ ἡμέρα ἐν 21.3 σκότει ὑμᾶς καταλάβῃ». εἰ οὖν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἆρα αὐτὸς ὁ υἱὸς ὁ φέρων τὴν ἡμέραν ἀγνοεῖ, ἵνα αὐτὸν καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς 21.4 καὶ υἱοῦ λογιζόμενος; καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν υἱὸν καὶ ἔγνω 21.5 κατὰ πρᾶξιν ὁ δὲ υἱὸς τοῦ θεοῦ οἶδε μὲν πότε ἔρχεται καὶ αὐτὸς φέρει αὐτὴν καὶ οὐκ ἀγνοεῖ, οὔπω δὲ αὐτὴν ἔπραξε κατὰ γνῶσιν, τουτέστι οὔπω ἔγνω κατὰ πρᾶξιν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄπιστοι ἀπιστοῦσι καὶ κακόπιστοι βλασφημοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ ἁμαρτήματα γίνεται καὶ ἡ ἀδικία κρατεῖ καὶ ἡ κρίσις μακροθυμεῖ, ἕως ἂν ἔλθῃ καὶ γνῷ αὐτὴν κατὰ πρᾶξιν καὶ ποιήσῃ τὴν ἐκδίκησιν καὶ σώσῃ τοὺς ἐν ἀληθείᾳ ἐλπίζοντας ἐπ' αὐτὸν καὶ μὴ βλασφημοῦντας αὐτοῦ τὴν θεότητα καὶ πατρὸς καὶ ἁγίου πνεύματος. 22.1 Ἐξ ἁγίων δὲ ἀγγέλων λείπεται κατὰ δύο τρόπους ἡ τοιαύτη ἀξία. τίμιοι μὲν γάρ εἰσιν, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο κεκτημένοι· λείπεται δὲ αὐτοῖς τοῦτο· οὐ γὰρ οἴδασι τὰ ὡρισμένα πότε γίνεται. ἐπὶ μὲν γὰρ τῇ ἰδίᾳ ἐξουσίᾳ ὁ πατὴρ ἔθετο τοὺς χρόνους. εἰ δὲ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν πατρί, ἄρα οὐ λείπεται 22.2 ἡ ἐξουσία ἐξ υἱοῦ ἡ ἐν πατρί. λείπεται δὲ ἀπὸ τῶν ἀγγέλων· κτιστοὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ δυνάμεις, πατὴρ δὲ ἄκτιστος, υἱὸς 22.3 ἄκτιστος, πνεῦμα θεοῦ ἄκτιστον. οὐκ οἴδασιν οὖν οἱ ἄγγελοι οὔτε κατὰ εἴδησιν οὔτε κατὰ πρᾶξιν τὴν ἡμέραν καὶ τὴν ὥραν. οὐκ οἴδασι γὰρ πότε βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐνεγκεῖν τὴν ἡμέραν, καὶ οὐκ οἴδασι κατὰ γνῶσιν πράξεως· οὔπω γὰρ ἐπετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν δίκην ζιζανίων καὶ δῆσαι δεσμὰς 22.4 δεσμὰς εἰς τὸ καίειν πυρὶ ἀσβέστῳ. οὔπω τοίνυν οὐδὲ ἔπραξαν οὐδὲ οἴδασιν, ὁ δὲ πατὴρ οἶδε καὶ ἔπραξεν· ὁ δὲ υἱὸς οἶδε μέν, οὐδέπω δὲ ἔπραξε. τουτέστιν τό «εἰ μὴ ὁ πατὴρ μόνος, οὔτε οἱ ἄγγελοι 22.5 οὔτε ὁ υἱός». νοήσωμεν τὴν δύναμιν τῆς γραφῆς, ἵνα μὴ γένηται ἡμῖν τὸ γράμμα θάνατος. «τὸ γράμμα», γάρ φησιν «ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ». λάβωμεν τὸ πνεῦμα, ἵνα ὠφεληθῶμεν ἐκ τοῦ γράμματος. οὐ γὰρ τὸ γράμμα ἀποκτένει, ἐν γὰρ τῷ γράμματι ἡ ζωή· ἀποκτένει δὲ τὸν ἀσυνέτως τῷ γράμματι προσερχόμενον καὶ μὴ ἔχοντα τὸ φράζον πνεῦμα, τὸ ἀνοῖγον τὸ γράμμα καὶ ἀποκαλύπτον 22.6 τὸ ἐν αὐτῷ. οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἑνὶ συνδέσμῳ