1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

17

καὶ ζῷα, ψυχὰς ὁσίων πνεύματα δικαίων, Ἀνανίαν Ἀζαρίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ. 24.6 πάντα γὰρ ταῦτα ποιητά ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις 24.7 αὐτῶν». ὅρα δέ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ' οὔτε ἅγιον πνεῦμα, ἀλλ' ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόξασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιαστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν. 25.1 Ἀλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων πλάσαι καὶ εἰπεῖν· οὐκ ᾔδεισαν εἰπεῖν ὄνομα ἁγίου πνεύματος· Ἰου25.2 δαῖοι γὰρ ἦσαν καὶ οὐδὲ υἱὸν ᾔδεισαν, Ἰουδαῖοι ὄντες. εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ «καὶ ἦν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ». ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου * καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι «ἐπλήσθη ∆ανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον» καὶ 25.3 ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος. ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἶπον τὰ ὀνόματα, ἀλλ' ἀσφαλείας ἕνεκα. «εὐλογεῖτε, γάρ φησιν, πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ οὐκ εἶπον, εὐλόγει υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ' εὐλόγει ἅγιον πνεῦμα 25.4 τὸν κύριον, ἀλλ' «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον». καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραφίμ· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα κατὰ τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς καὶ τοὺς παῖδας λύμην. 25.5 τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητὰ εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φήσαντες «εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας», εἶτα μεθ' ἕτερα «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ» καὶ πάλιν «εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου» καί 25.6 «εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ»· ἵνα ἀπὸ τοῦ εἰπεῖν τὸν θρόνον νοήσῃς Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἀπὸ τοῦ ὀνόματος τῶν Χερουβὶμ καὶ ἀβύσσων καὶ θρόνου ἡγιασμένου καὶ λοιπῶν πάντων ὀνομάτων νοήσῃς ἀπὸ τοῦ ἀριθμοῦ πάντων τῶν ὠνομασμένων ὅτι ἐκ τῶν ἔργων εἰσὶ τοῖς ἄλλοις συναριθμούμενα. καλέσαντες γὰρ εἰς ὕμνον ταῦτα πάντα εὐθὺς ἐπιφέρουσι λέγοντες «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον», ἵνα Γαβριὴλ καὶ Μιχαὴλ εὐλογήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. 26.1 Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως καὶ ὁμοουσίως δοξάζοντες καὶ λέγοντες τό «ἅγιος ἅγιος ἅγιος», τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέγοντες καὶ οὐ πολυωνύμως. 26.2 οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἵνα μὴ προσθῶσι τι τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος. ἵνα μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν 26.3 τῇ αὐτῇ τιμῇ ἁγιάσωσι. καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ' ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἑνὶ λόγῳ καὶ μιᾷ