1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

18

τελειότητι 26.4 τριάδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἑνότητα ἐν τριάδι. ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἡμᾶς διδάξαι, ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἅγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ πατήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λόγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν 26.5 ἡμῖν τὸ ἅγιον πνεῦμα. «εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην» καὶ τὰ ἑξῆς. οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός», ὁ υἱὸς τοῦ θεοῦ, «οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἐσμεν γεώργιον», «οἰκοδομηθέντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων», τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὖσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν 26.6 θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι. ἀλλ' «οὐκ ἐν πᾶσιν ἡ γνῶσις» κατὰ τὸν ἀποστολικὸν λόγον, ἀλλ' ἐν τοῖς καταξιω26.7 θεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια. αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγεν «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν» καὶ πάλιν ἀλλαχόθι «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω» καὶ πάλιν «εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας» τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν «οὐκ 26.8 οἴδατε οἵου πνεύματός ἐστε». ἄρα οὖν «ἡ γνῶσις οὐκ ἐν πᾶσι»· «χαρίσματα γὰρ ἔχει ἕκαστος ἐκ θεοῦ διάφορα». καί φησιν ὁ ἅγιος λόγος «ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν», ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ' ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων. 27.1 Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις 27.1 γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευματικῶς διαλεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δέ φημι τοῦ κυρίου, ὅσα γὰρ ἐστὶ βαθύτερα καὶ περισσοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς 27.2 πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν, ὥς φησιν Ὠσηὲ ὁ προφήτης «τίς συνετὸς καὶ συνήσει ταῦτα;» καί «ᾧ λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά· ὅτι εὐθεῖαι αἱ 27.3 ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς». εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ' οἱ ἀσεβεῖς προσκόπτουσι ἐν ταῖς ὁδοῖς κυρίου, ἀναιτίων τούτων οὐσῶν ἀνθρώποις προσκόμματος. οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· «προσέκοψαν 27.4 γὰρ τῷ λίθῳ τοῦ προσκόμματος» καὶ ἐσκανδαλίσθησαν. εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυθότα θεοσημείας ἐργαζόμενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον «τίς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃς λαλεῖ βλασφημίας;» καὶ ἄλλοτε «εἰ ἦν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον». ἄρα οὖν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν 27.5 μόνον αὐτὸν ἐνόμιζον. οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες δὲ τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν σαρκὸς οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα κακοδο27.6 ξοῦσιν. ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια. ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκούσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐσφάλλοντο. ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ 27.7 παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν. καὶ οὗτοι πάλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, ψιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν εἰρημένα καὶ φασίν· ἀλλ' εἶπεν «ἐγὼ