1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

19

ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ πατέρα ὑμῶν»· ὁρᾷς ὅτι καὶ αὐτὸς ἕν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν. 28.1 Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· «αἱ γὰρ διέξοδοι αὐτοῦ» φησίν «ἀφ' ἡμερῶν αἰῶνος». ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον 28.2 κατ' εἰκόνα ἐμήν. ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον «ἀλλ' ἐπωρώθη ἡ καρδία αὐτῶν» καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ γὰρ εἰπεῖν ποιήσωμεν οὐχ ἑνός 28.3 ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν. ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ γὰρ εἰπεῖν αὐτὸν κατ' εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ' εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, ἀλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ «κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ 28.4 υἱοῦ καὶ ἁγίου πνεύματος. ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ «ποιήσωμεν» συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ «δι' αὐτοῦ ἐγένετο» τὰ γενόμενα. εἰ δι' αὐτοῦ δὲ γέγονε, 28.5 καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται. ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι' αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος «ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι»· καὶ γὰρ ὧδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν 28.6 τῷ λέγειν τοῦτο. ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπότης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων; πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὖν τελείῳ πρόσελθε τῷ υἱῷ καὶ ὡς υἱῷ γνησίῳ ὄντι παρὰ πατρός. 29.1 Καὶ μὴ διὰ κακόνοιαν εἴπῃς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ «ποιήσωμεν», ὁ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί «ποιήσωμεν» καὶ ὁ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν 29.2 πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον. τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ ἐστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει «θεός μου». οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν 29.3 λέγω, ἀλλὰ πῶς ἔχει ἡ τῆς θεότητος ἀκολουθία. καὶ πάλιν «ἤκουσεν Ἀδάμ» φησί «τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν, ἀλλὰ θεὸν 29.4 αὐτοτελῆ ἐνταῦθα λέγει. καὶ πάλιν «καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε» 29.5 καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις. «καὶ ὤφθη» φησίν «ὁ θεὸς τῷ Ἀβραάμ, καθεζομένου αὐτοῦ πρὸς τῇ δρυῒ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου», ἵνα τὸν ἕνα δείξῃ θεόν, 29.6 τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλους δύο ἀγγέλους αὐτοῦ. περὶ γὰρ τούτου καί φησιν «ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ»· αὐτὸς δὲ ὁ ἐλθὼν πρὸς αὐτὸν λέγει «μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή» φησί «Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με» καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός 29.7 μου καὶ θεὸς ὑμῶν. «καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα», ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ