1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

21

πρόσωπόν μου οὐκ ἀπέστρεψα 31.4 ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». ἀλλὰ καὶ «ἔκλαυσε», ὡς κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, -καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ 31.5 ἰσχυρότατον-καὶ «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς 31.6 αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄγγελος ἐνισχύων αὐτόν». οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾷ «ποῦ τεθείκατε τὸν Λάζαρον;» καὶ περὶ τῆς αἱμορροούσης «τίς μου ἥψατο;» καὶ περὶ τῶν ζητούντων αὐτόν «τίνα ζητεῖτε;», ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ 31.7 ἀνθρώπου;», ἀλλὰ καί «πόσους ἄρτους ἔχετε μεθ' ἑαυτῶν;» ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι» καί «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς», ἀλλὰ καί «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν 31.8 ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», ὁ σοφία ὢν καὶ «διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ» καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων «καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων». τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας. 32.1 Ἀλλ' ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, 32.2 δι' ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται· καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ ἤδη εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι. 32.3 «ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;» ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον τὸ πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ' ὁποτέρας ποιήσεως τῷ λόγῳ. 32.4 πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος, 32.5 πῶς ἄνθρωπος ἐλέγετο; πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων 32.6 ἢ συμπολιτῶν. καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ, ἐν τῷ εἰπεῖν «ἄνθρωπός ἐστιν», ὅτι ἄνθρωπός ἐστιν ἐν ἀληθείᾳ καὶ τό «τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώποις καὶ θεός ἐστιν ἄγνω32.7 στος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον. ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος· «καὶ ἡ παρθένος, φησί, τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης ἐν γαστρὶ ἕξει 32.8 καὶ τὸ τέξεται υἱόν». εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ «αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος»· ὁ δὲ ταπεινοφρονῶν «οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον τὸν θεόν μου» φησί, παραιτησά32.9 μενος τὸ αἰτήσασθαι σημεῖον. εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελήσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῷ 32.10 τῷ Λόγῳ οἰκονομήσας. φησὶ γὰρ ὕστερον «καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν