1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

24

κοπιάσῃ καὶ πεινάσῃ καὶ 36.2 ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη. καὶ ὅτι ὁ θεὸς «οὐ κοπιάσει οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ' ἐν σαρκί. ἔδει γὰρ τὴν σάρκα κοπιάσαι, ἵνα μὴ δοκήσει νομίζηται, ἀλλ' ἀληθείᾳ· 36.3 καὶ τὰ ἄλλα ὅσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν *. ἔλαβε γὰρ ταῦτα καὶ 36.4 ἄνθρωπος εὑρέθη. «εὑρήκαμεν, γάρ φησιν, Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς». οἱ δὲ εὑρόντες αὐτὸν * διὰ τῆς ἀκαταλήπτου φύσεως, * τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὑρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ «τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης 36.5 ἐμπτυσμάτων», ἔκλαυσε καὶ ὅσαπερ ἄλλα περὶ αὐτοῦ· ᾄδεται. τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι· 36.6 καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται. καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης. εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται. 37.1 Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος. 37.2 ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν». τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ * ἀνατρέπουσιν ἑαυτούς· οὐδὲν 37.3 γὰρ τούτου καιριώτερον. ἐν τῷ γὰρ εἰπεῖν «γέγονεν ἐν ἀγωνίᾳ» τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. καὶ ἵνα δείξῃ ὅτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν «ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι 37.4 αἵματος». σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν. «ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν», οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, «ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», θεῷ ὄντι ἀεὶ Λόγῳ καὶ πρὸς τῷ πατρὶ ὄντι ἀεὶ καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ' ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωυσέως ἐν τῇ ἐρήμῳ ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε «προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι 37.5 θεοῦ». τό «ἐνισχυσάτωσαν αὐτόν», οὐχ ὡς παρέχοντες αὐτῷ ἰσχύν· ἀλλ' ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν θεόν, ὑπὸ ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζῴων βοώντων καὶ λεγόντων «σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς», ἐν τούτῳ δείκνυσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος, ὡς καὶ ὁ ἄγγελος ὤφθη 37.6 ἐνώπιον τῶν μαθητῶν προσκυνῶν τὸν αὐτοῦ δεσπότην· μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν, τὴν τὴν ἁμαρτίαν 37.7 θραύσασαν. καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· σή ἐστιν ἡ ἰσχύς, δέσποτα· σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.