1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

40

θανάτου, καὶ 65.10 ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» 65.11 πληρῶν καιροῖς τοῖς ὡρισμένοις. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα». «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 66.1 Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος, ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς ∆αυὶδ λεγόμενος· ἄμφω γάρ, θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ· ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν» καὶ «εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς δόξαν 66.2 μονογενοῦς παρὰ πατρός». ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον, καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ 66.3 αὔξει φυήν. οὕτως οἶμαι ὁ Λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν. «εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς». ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» καὶ ὁ ∆αυίδ «καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν» 66.4 ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου προσδιδοῦσα τὴν φύσιν προθύμως τῷ τε 66.5 λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχειν σπουδήν, οὕτω δὴ καὶ ἡ παρθένος Μαρία «κατὰ τί γνώσομαι» ὅτε φησίν «ὅτι ἔσται μοι τοῦτο», ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθή66.6 σεται». Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών», καὶ Μαρία μὲν ἀνιμᾶται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ Λόγος. προσλαμβανόμενος θνητοῦ 66.7 φύσιν. οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ· καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ Λόγος· 66.8 οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος «ἡ ἀληθινὴ ἄμπελος», ἣν 66.9 γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ ὁ διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ' ἐστὶν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ 66.10 γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὗτοι» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι