1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

44

ἀλλ' ὡς ὑπέρλαμπρον, δύναμις σοφία ζωή. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς ἄρα 70.6 ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρόσιτον». δύναμις δὲ ὅλος ὁ θεὸς καὶ διὰ τοῦτο ὁ υἱὸς «κύριος τῶν δυνάμεων»· σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι»· ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν 70.7 ζωὴ ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον φωτιστικὸν 70.8 παράκλητον βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν. ὡς γὰρ ὁ υἱός «μεγάλης βουλῆς ἄγγελος», οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον. «ἀλλ' ἐλάβομεν» φησί «πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». 71.1 Ἀλλ' ἐρεῖ τις· οὐκοῦν φαμὲν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; «μενοῦν γε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ' ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων φωτεινὰ φωτοδότα φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν «πατέρα» 71.2 ποιεῖται «φωτός», πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος, καὶ ὁ υἱὸς ἀληθοῦς πατρὸς υἱός, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα 71.3 ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ. τὰ δ' ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ 71.4 ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα». οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ' ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν 71.5 ἔστιν. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν 71.6 ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν, οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς 71.7 μεγάλης βουλῆς ἄγγελος» καλεῖται. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δ' ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων, ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ' αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ' ἀξίαν, 71.8 ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν· καὶ ἃ μὲν ἐν χρόνῳ ἐστίν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου· καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις. 72.1 Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα» καί 72.2 «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον». χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ