1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

58

ἐν σκηνῇ ἀφ' ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αὐτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὑετῶν ἀρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ 95.2 ἡμέρας τρεφουσῶν, ὑπὸ μίαν δὲ νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ὁ θεὸς τῆς μελλούσης 95.3 ὑπ' αὐτοῦ ἔσεσθαι ἀναστάσεως. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ὃν ὁ κύριος ὑπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσφορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν 95.4 ἀριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. «σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι». ὡς ἔδειξεν ὁ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα ἐν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ 95.5 γίνονται καὶ ὑπὸ μίαν νύκτα, οὐ μόνον δὲ ἀλλ' ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὡσαύτως τὸ δι' ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διὰ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν δὲ τῇ ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται. 96.1 Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, οὗ οὐδεὶς «ἀνθίσταται τῷ βουλήματι». ἀκουσάτω Μωυσῆς καὶ ἐπιδεικνύτω. «τί ἐν τῇ χειρί σου;» φησὶν ὁ κύριος· ὁ δὲ εἶπε «ῥάβδος». ἡ δὲ ῥάβδος ξυλίνη ἦν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι «ῥῖψον αὐτὴν ἐπὶ τῆς 96.2 γῆς. καὶ ἔρριψε» τὴν ξηρὰν ῥάβδον. καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει 96.3 παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον. οὐκ ἦν φάντασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διάνοιαν παρέστησε 96.4 διὰ Μωυσέως πρὸς τὴν ἀλήθειαν. ἔγνω γὰρ ὁ προφήτης ὅτι τὸ γινόμενον οὐκ ἦν δοκήσει, ἀλλ' ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ 96.5 ὄφεως. ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ἡ ῥάβδος, «ὁ δὲ θεὸς ἔδωκεν» αὐτῇ ἀλλοῖον «σῶμα, ὡς ἠθέλησε». καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι 96.6 οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν, ἀλλ' αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ' αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει οὐδὲ ἀντὶ τῆς 96.7 ῥάβδου τὸν δράκοντα ἠθέλησε δικάζειν, ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἴδιον δυνατὸν ὁ θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ ἐν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο· οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ' ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε. 97.1 Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ «οἱ ἐν μνήμασιν ἀναστήσονται», κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἅγιος Ἰακὼβ ὁ πατριάρχης καί φησι «Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκά97.2 λυψας φησίν, οὗ ἀνέβης». ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν ἑρμηνευόμενον μὴ