1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

61

101.1 Εἰ δὲ βουληθείην τὰς πάσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ὁ ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος δέδια μὴ εἰς πολὺ πλάτος ἐπεκτείνω τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ 101.2 ὁμοία, μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης. ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχονται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ὁ θεὸς τὸ ἔλεος παράσχῃ καὶ 101.3 διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων. Ἕλληνες μὲν γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον ἐλεγχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ' ὑμῶν τῶν υἱῶν τῆς 101.4 ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως. διδάσκετε γάρ, λαβόντες πνεῦμα ἅγιον καταξιωθέντες τε λόγου εὐθέτου «ἐν ἀνοίξει τοῦ στόματος», πρῶτον μέν, ὅτι μαθηταὶ τοῦ Χριστοῦ καταξιωθέντες εἶναι τοῦ «ἀρχιποίμενος» καὶ «προστάτου τῶν ἡμετέρων ψυχῶν» *, ὡς τὰ τρόφιμα τοῖς τοῦ Χριστοῦ ποιμνίοις τοῖς ἑαυτῶν λαοῖς συναγαγόντες μεριμνῶντές τε ὅπως ἑαυτούς τε καὶ τὰ τοῦ θεοῦ θρέμματα, φημὶ δὲ τὸν βουλόμενον πάντως ὠφελεῖσθαι, ἐκ τῆς ἁγίας γῆς 101.5 τῆς παρὰ Μωυσῇ αἰνιττομένης θρέψητε. τίς δὲ τῶν εὖ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὦ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας ἐνίους γὰρ λέγων πάντας τοὺς υἱοὺς τῆς ἀληθείας 101.6 λέγω, κατὰ τὸ γεγραμμένον, τίς περὶ τούτων ἀμφιβάλοι; σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναικός, ἧς τὸ κλέος παρὰ Σολομῶντι λέγοντι «γυναῖκα ἀνδρείαν τίς εὑρήσει;» ὡς σπανίας οὔσης, μᾶλλον 101.7 δὲ μιᾶς, τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε. ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἧς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ' ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός. 102.1 Αὕτη οὖν ἡ ἐπιεικεστάτη τὸν ἴδιον νυμφίον ἀκριβῶς ἐρωτᾷ ἐν τῇ βίβλῳ τῶν ᾀσμάτων «ποῦ ποιμαίνεις; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ;» ποιμαίνει δὲ Χριστὸς ἐν ἁγίᾳ γῇ τῇ προειρημένῃ καὶ οὐ μόνον ποιμαίνει, ἀλλὰ καὶ προστάσσει λύειν τὸ ὑπόδημα τῶν ποδῶν τῶν 102.2 ποιμένων, ὡς Μωυσῇ πρῶτον λέγει· παρ' οὗ τὴν παράδοσιν παρειληφότες καὶ αὐτοὶ τοὺς εἰς τὴν ἁγίαν ἐπιστήμην εἰσαγομένους ἀσφαλῶς χειραγωγεῖτε πρῶτον, τὰ ὑποδήματα ἑκάστου ἐπιλύεσθαι ἐπιμελό102.3 μενοι. ὑποδήματα δὲ ἑκάστου ἡμῶν ἔχει διαφοράν. τῇ γὰρ ἰδίᾳ ἑαυτοῦ πράξει ἕκαστος ὑπεδήσατο. καὶ λοιπὸν ὑμῶν τῶν μαθητῶν καὶ καλῶν ποιμένων ὑπακούων ἕκαστος, ὃς μὲν ὑπεδήσατο εἰδωλολατρείαν, ὑπελύσατο τῇ ὑμῶν νουθεσίᾳ, ἄλλος δὲ μοιχείαν ὑπελύσατο, 102.4 ἕτερος πορνείαν, ἄλλος κλοπήν, ὃς δὲ πλεονεξίαν. οὐ μόνον δέ, ἀλλὰ καὶ λόγοις στυγητοῖς καὶ αἰσχροῖς ῥήμασιν ἀποτασσόμενοι μακαρίαις ἐλπίσιν «ὑπὸ χεῖρα κραταιὰν» τοῦ ἀγαθοῦ ποιμένος δι' ὑμῶν τῶν καλῶν, τῶν μαθητῶν ἕκαστος βουκολεῖσθαι παραδίδωσιν ἑαυτόν· ἀφέξεται 102.5 γὰρ ἕκαστος πάντως τῆς πλάνης. καὶ πρὸ ὀφθαλμῶν παρατίθεσθε τὴν ἀλήθειαν, εἴδωλα μὲν παραχαράττοντες καὶ ἀναφανδὸν τὴν περὶ αὐτῶν πλάνην ἀνακηρύττοντες οὔτε γὰρ νεκροὺς τούτους ἡγεῖσθε, ἐπεὶ μήποτε ἔζησαν, κενὰ δὲ καὶ μάταια καὶ οὐκ ὄντα εἰκότως πάντας 102.6 πάντοτε διδάσκοντες. οὐ γὰρ ἦσάν ποτε, ἵνα τι ὦσιν ἐκεῖνοι· εἰσὶ δὲ κακοδαίμονες, ἀνθρωπίνης διανοίας παράθεσις, ἡδονῶν ἀφορμὰς ἐπιρρώσασα· καὶ ἔνθεν ὑπὸ ἑκάστου τὸ ἴδιον πάθος εἰς σέβασμα 102.7 κυρωθὲν τετόλμηται. πρῶτον γὰρ εὐθὺς ὅτε τοῦτο τοῖς ἀνθρώποις ἐκαινοτόμητο διὰ δαιμόνων κακουργίας, «πρώτη» αὕτη «πορνεία» ἀπεφθέγγετο καὶ σκιογραφίαις τὰ εἴδωλα προετυποῦτο. ἔπειτα τέχνην τὴν ἰδίαν, ἣν μετὰ χεῖρας εἶχεν ἕκαστος, δι' ἧς τὴν εὐπορίαν ἔσχεν, εἰς σέβασμα τοῖς ἰδίοις παρεδίδου