1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

64

προσελθόντι φιλῆσαι «μὴ ἅψῃ, τράγε· ἁψά106.4 μενος γὰρ σοῦ ἐμπρήσεις τὰ γένεια». Ἀθηναῖ δὲ γεγόνασιν οὐ μία, ἀλλὰ πολλαί· μία μὲν ῥεμβομένη καὶ περὶ τὴν Τριτωνίδα λίμνην ἀλωμένη, ἄλλη δὲ ἡ Ὠκεανοῦ, ἑτέρα δὲ ἡ Κρόνου καὶ πολλαὶ ἄλλαι. 106.5 Ἀρτέμιδες πολλαί· μία μὲν ἡ Ἐφεσία, ἄλλη δὲ ἡ τοῦ ∆ιὸς καὶ ἄλλαι ὡσαύτως οὐκ ὀλίγαι. καὶ ∆ιόνυσοι δὲ ὁ Θηβαῖος, ἄλλος δὲ ὁ Σεμέλης, ὁ ἐπὶ τῶν Κορυβάντων καὶ ὁ ὑπὸ τῶν Τιτάνων διασπώ106.6 μενος καὶ Κουρήτων ὁ τὴν κρεωνομίαν μυῶν. Ἡρακλῆς δὲ ὁ λεγόμενος παρ' αὐτοῖς ἀλεξίκακος, οὗ τὰς πράξεις πάσας ἀποσιωπήσω, μίαν δὲ ἀπὸ πασῶν τὴν παρ' αὐτοῖς τάχα ἐπαινουμένην ὑποδείξω· ἀρκέσει τούτῳ τὸν κάματον τοῦτον ὑποστῆναι, ἵνα τῷ βίῳ σωτηρία γένηται. εἰ μὴ γὰρ ἔφθειρεν ἐν μιᾷ νυκτὶ πεντήκοντα 106.7 παρθένους, πῶς ὁ κόσμος ἐσῴζετο; μᾶλλον δὲ ὠλώλει. καὶ ἁπλῶς ὁμολογῶ σοι, περικακῶ τὰς κακὰς αὐτῶν πράξεις καταλογάδην ἀνα106.8 γράψαι. ἔτι δὲ βασιλεῖς καὶ τύραννοι ἀπηνέστατοι, ἐπιποθήτους τινὰς ἐσχηκότες καὶ τούτους ἐν γῇ κατορύξαντες, πλέον τι μὴ ἔχοντες τούτοις χαρίσασθαι οἷα δὴ καὶ αὐτοὶ φθαρτοὶ κατ' αὐτοὺς ὄντες, εἰς τὴν ἐκείνων εὔνοιαν τοὺς τάφους αὐτῶν ἐπὶ πλάνῃ τοῦ βίου τοῖς ἰδίοις ὑπηκόοις ἐπὶ κακῇ προφάσει ὡς θεῶν θρῃσκεύεσθαι παρα106.9 δεδώκασιν, ὡς ὁ Ἀντίνους ὁ ἐν Ἀντινόου κεκηδευμένος, καὶ ἐν λουσορίῳ πλοίῳ κείμενος ὑπὸ Ἀδριανοῦ οὕτως κατετάγη. Τιμογένης δὲ ἐν Ἀσίᾳ, Κάνωβός τε ὁ Μενελάου κυβερνήτης καὶ ἡ τούτου γυνὴ Ἐνμενουθὶς ἐν Ἀλεξανδρείᾳ τεθαμμένοι τιμῶνται πρὸς τῇ ὄχθῃ τῆς θαλάσσης, ἀπὸ δεκαδύο σημείων διεστῶτες, καὶ Μαρνᾶς δοῦλος Ἀστερίου τοῦ Κρητὸς παρὰ Γαζαίοις, Κάσιος δὲ ὁ ναύκληρος παρὰ Πηλουσιώταις. 107.1 Ταῦτα οὖν πάντα ὅταν ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν † ὑπόδειγμα θανασίμης ὁδοῦ * τοὺς * οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας γαμετῆς κατὰ ἐγκράτειαν * καταφρονεῖν, ὡς ἔτι «ὁ καιρὸς συνεσταλμένος ἐστίν», ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχεῖτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι 107.2 τιμωρηθῶσιν. καὶ ὅταν πάντα ταῦτα διὰ στόματος καὶ δι' ἔργων κάμνοντες παραδῶτε, πείθετε αὐτοὺς τὰ πάντα ἐγκαταδέξασθαι ὑμῶν, ἔργῳ πάντα πρῶτον πράξαντες καὶ ἐν αὑτοῖς ἀνατυπωσάμενοι, τοὺς λόγους πιστοποιοῦντες διὰ τῶν πράξεων, οἷς ἑαυτοὺς πρῶτον ἐδι107.3 δάξατε, ἵνα καὶ ἑτέρους μαθητεύσητε. ἐπέχετε γὰρ καὶ σιωπῶντες 107.3 τρόπον ἡλίου τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων καὶ σιωπῶν τὰς τέχνας αὐτῶν πάντας ἀναδιδάσκει. 107.4 καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις εἴτ' οὖν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, «ἐν οὐρανῷ» δὲ ἔχειν «τὸ πολίτευμα», μοναχῶν 107.5 δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε· διὰ τῆς ἐν ὑμῖν στερρότητος καὶ ἀνυποκρίτου πίστεως αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες Μαρκιωνιστάς τε καὶ λοιποὺς ὁμοίους αὐτῶν, τῆς τοῦ θεοῦ μάνδρας ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομί107.6 ζοντες. πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν ἐν πνεύματι ὁ θεὸς ἐχαρίσατο, οὗτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἷα δὴ γεώδεις ὄντες καὶ 107.7 σωματικοί, ψυχικῶς ἀνακρίνοντες οὐ νοοῦσι. μάτην δὲ βλασφημοῦσιν. εὐθὺς τὴν αὐτῶν πλάνην μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων ἀποσείεσθαι ἐλέγχοντες αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν