1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

65

ἀποδείξεων. διὰ γὰρ τῶν τοιούτων ῥημάτων οἱ ματαιόφρονες ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται. 108.1 Εἴπασι δὲ ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς τὸν Ἀδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα λέγων «Ἀδὰμ ποῦ εἶ;» καὶ τῷ Κάϊν λέγει «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ πρὸς τὸν Ἀβραάμ «ποῦ Σάρρα ἡ γυνή σου;» 108.2 καὶ ἄλλα πολλὰ τοιαῦτα. αὐτοὶ δὲ οἱ τοιαῦτα λέγοντες πιστεύουσι τῷ σωτῆρι θεῷ στόματι καὶ οὐκ ἀληθείᾳ, θεῷ ὄντι καὶ πρόγνωσιν ἔχοντι, τὰ δὲ αὐτὰ τῇ παλαιᾷ ὁμοίως ἐπερωτῶντι «ποῦ τεθείκατε τὸν Λάζαρον;» καί «τίς μου ἥψατο;» καὶ ὅτι «ἔχετε ἄρτους μεθ' 108.3 ἑαυτῶν;» καί «τίνα θέλετε;» ἤ «τίνα ζητεῖτε;». εὐχερὴς λοιπὸν καὶ ῥᾴδιος ὁ πρὸς τούτους ἔλεγχος. ὡς γὰρ ἐπερωτᾷ ὁ υἱὸς πρόγνωσιν ἔχων, οὕτως καὶ ὁ πατὴρ καὶ αὐτὸς καὶ ἐν τῷ νόμῳ ἐπερωτᾷ, ὁ 108.4 αὐτὸς ὢν ἀεὶ καὶ μὴ μεταλλασσόμενος. ἐὰν γὰρ εἴπῃ «ποῦ τεθείκατε τὸν Λάζαρον;» * οὔτε τὸ εὐαγγέλιον ἀγνοεῖ οὔτε τὴν παλαιὰν διαθήκην. «ποῦ τεθείκατε» γάρ «αὐτόν;» λέγει, ἐξελέγξαι θέλων τὰς μηδὲ τὴν ἴσην πίστιν ἐξενηνοχυίας πρὸς τὴν Σουμανῖτιν, καίτοι γε ἐκείνης πρὸς ἄνθρωπον ἐχούσης, τουτέστιν Ἐλισσαῖον τὸν ἅγιον 108.5 προφήτην, τῶν δὲ περὶ Μάρθαν ἐχουσῶν πρὸς τὸν θεόν. καὶ ἐὰν εἴπῃ «τίς μου ἥψατο;» οὐκ ἀγνοῶν λέγει, ἀλλ' ἵνα πείσῃ τὴν γυναῖκα ἀφ' ἑαυτῆς ὁμολογῆσαι, ἵνα μὴ περὶ ἑαυτοῦ μαρτυρῇ ὁ υἱὸς τοῦ θεοῦ, 108.6 ἀλλ' ὑπὸ ἄλλων δοξάζηται. καὶ ὅταν εἴπῃ «ἔχετε ἄρτους μεθ' ἑαυτῶν;» ἐπὶ τούτῳ λέγει, ἵνα τὸ βραχὺ τῶν ἄρτων πᾶσι σημανθῇ καὶ τὸ μέγεθος τῆς αὐτοῦ θαυματουργίας θαυμασθῇ, διὰ τοσούτων 108.7 ἄρτων τοσούτου τραφέντος ὄχλου. καὶ ὅταν εἴπῃ «τίνα ζητεῖτε;» τοὺς ζητοῦντας δείκνυσιν ἠπατημένους ὄντας καὶ «Ἰησοῦν ζητοῦντας», τὸν ἰατρὸν ἑρμηνευόμενον καὶ σωτῆρα, ἵν' ὅταν ἀποκτείνωσιν αὐτόν, τῆς τούτου σωτηρίας λήξωσιν. 109.1 Ὥσπερ οὖν τὰ περὶ τῆς τοῦ κυρίου ἡμῶν οἰκονομίας ἐδείξαμεν λεγόμενα μὲν ἀνθρωπίνως, οὐκ ἄμοιρα δὲ προγνώσεως οὐδὲ γάρ τις τῶν εὖ φρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι' ὃν εἴπομεν τρόπον ἠρώτα, πόρρω ἐπὶ Γαλιλαίας πρώην ὄντα καὶ δείξαντα ἀφ' ἑαυτοῦ ὅτι τέθνηκε Λάζαρος, οὕτω καὶ περὶ τῆς παλαιᾶς διαθήκης ταῦτα εὐφρόνως ἀνα109.2 λύομεν. τὸ εἰπεῖν τὸν θεόν «Ἀδὰμ ποῦ εἶ;» οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἵου ὕψους πρὸς ποῖον βάθος αἴσχους ὁ Ἀδὰμ 109.3 ἐκπεπτώκει. καί «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ὅτι ὅν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὗτος ἐπὶ γῆν παρὰ σοῦ 109.4 ἔρριπται. δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου»· 109.5 «ἰδού, γάρ φησιν, ἡ φωνὴ αὐτοῦ βοᾷ πρός με». καί «ποῦ Σάρρα ἡ γυνή σου;» οὐκ ἀγνοῶν εἶπεν. ἐπεὶ πῶς ἠγνόει ὁ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ' ἵνα παραστήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς «ἐπαγγελλομέναις θεοσέβειαν» μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν 109.6 πειρῶνται. ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς ἰδίοις αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετουμένων οὐχ ἑώρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ἡμετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις.