1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

69

Ἰσραηλῖται τὴν χάριν τούτου οὐκ ἔγνωσαν ὅτι θεός ἐστι. διὸ καὶ ὁ προφήτης ἐγκληματικῶς τούτους ἀπωδύρετο διὰ τὴν εἰς τὸν σωτῆρα ὑπ' αὐτῶν ἐσομένην ἀτιμίαν, «ταῦτα 115.5 κυρίῳ ἀνταποδίδοτε, λέγων, λαὸς μωρὸς καὶ ἀκάρδιος;» οὐκ ἔγνωσαν γὰρ τοῦτον ὅτι οὗτος ἦν ἐν ἀρχῇ μεθ' οὗ ὁ πατὴρ συνεβουλεύσατο, «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν» λέγων· 115.6 τὸ γὰρ «ποιήσωμεν» οὐχ ἑνὸς ἀριθμοῦ ἐστι σημαντικόν· ἀλλὰ γοῦν συνεβουλεύσατο ὁ πατὴρ υἱῷ καὶ ἁγίῳ πνεύματι· «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ 115.7 πᾶσα ἡ δύναμις αὐτῶν». οὐδ' ἂν συνήκασι τοῦ λέγοντος ἐν τῇ αὐτῇ βίβλῳ ῥητῶς, ὅτι «ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα ἀπ' οὐρανοῦ». ἔβρεξε γὰρ «κύριος πῦρ», ὁ πρὸς Ἀβραὰμ ἐληλυθώς, παρὰ «κυρίου ἀπ' οὐρανοῦ», τοῦ αὐτὸν ἀπο115.8 στείλαντος. οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ' Αἰγύπτου αὐτοὺς ἐκβάλλοντα οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος «καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη» πῶς γὰρ οἷόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται; καὶ ὅτι «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος»· εἰ δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται; 116.1 ταράσσει αὐτοὺς τὸ εἶναι θεὸν καὶ ἄνθρωπον. ἐν ταὐτῷ γὰρ λέγει «αἱ διέξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἀπὸ κτίσεως 116.2 κόσμου»· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου, ἀλλὰ θεοῦ. οὐ μέμνηνται δὲ ὅτι «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»· τὸ δὲ καλέσουσι σημαίνει 116.3 τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν, τῶν υἱῶν τῆς ἐκκλησίας. ἐξεταζόμενοι γὰρ ὑπὸ τῶν κυριοκτόνων Ἰουδαίων περὶ τοῦ σωτῆρος ὅτι πῶς εἰς τὸν σταυρωθέντα πιστεύετε ὁμολογοῦσιν * ἀκούουσι παρὰ τῶν αὐτῶν πιστῶν ὅτι παρ' ὑμῖν ἐσταύρωται, μεθ' ἡμῶν δὲ 116.4 θεός ἐστι. τοῦ δὲ ∆αυὶδ οὐκ ἤκουσαν καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν λόγον, ὃν ὁρῶν ἐν ἁγίῳ πνεύματι ἔλεγε, φρίττων τὴν αὐτοῦ τοῦ κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς. 116.5 Σάββατα τοίνυν «τὰ ἀρχαῖα παρελήλυθε», σάββατον δὲ ἀληθινὸν παρ' ἡμῖν κηρύττεται. ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ 116.6 ὅλον τὸ σῶμα περιτέμνουσα. τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ' ὅλον τὸ σῶμα τοῦ ἀνθρώπου σφραγίζει καθαροποιεῖ περιτέμνει, πάντων τῶν κακῶν 116.7 ἀπαλλάττει. ἡ γοῦν ἁγία ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια. ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ «ἐχθροί, οἰκειακοί» λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ κυρίου ἀληθοῦς πίστεως «εἰ 116.8 γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ' αὐτῶν»· ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι ἐπιθυμίαν κακὴν τῆς δι' ἰχθύων καὶ σικυῶν Αἰγυπτίων ἐδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν υἱὸν τοῦ θεοῦ, Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλι116.9 τεύσαμεν, ἄλλοι δὲ Σαβέλλιοι. καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι τὸν υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι 116.10 Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ 116.11 οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι. ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων *· εἴθε κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ