1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

78

ἐν 92.8 ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία. αὐτὸς γὰρ εἶπεν «ἐγώ εἰμι ἡ ζωή». * οὔτε διὰ σαρκὸς ἡμῖν ἡ ἐλπίς. «ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ' ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη.» 93.1 Τί οὖν ἐροῦμεν; οὐκ ἄνθρωπος ὁ Χριστός; ἐκ τῶν προλελεγμένων παντί τῳ δῆλόν ἐστιν ὅτι ἀναμφιβόλως ὁμολογοῦμεν τὸν κύριον θεὸν Λόγον ἄνθρωπον γεγόνοτα οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ. 93.2 ἀλλ' οὐκ ἄνθρωπος ἐλθὼν ἐν προκοπῇ θεότητος. οὐδὲ γὰρ ἐπ' ἀνθρώπῳ ἡμῖν ἡ ἐλπὶς τῆς σωτηρίας· οὐδεὶς γὰρ πάντων τῶν ἀπὸ Ἀδὰμ ἀνθρώπων ἠδυνήθη ἐργάσασθαι τὴν σωτηρίαν, ἀλλὰ θεὸς Λόγος ἄνθρωπος γεγονώς, ἵνα μὴ ἡ ἐλπὶς ἡμῶν ᾖ ἐπ' ἄνθρωπον, ἀλλ' ἐπὶ 93.3 θεὸν ζῶντα καὶ ἀληθινόν, γενόμενον ἄνθρωπον. «πᾶς γὰρ ἱερεὺς ἀπὸ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται» κατὰ τὸ γεγραμμένον. ὅθεν ἀπὸ τῆς ἡμῶν σαρκὸς ἀνέλαβεν ὁ κύριος ἐλθὼν τὴν σάρκα καὶ ἄνθρωπος γέγονεν ἡμῖν ὅμοιος ὁ θεὸς Λόγος, ἵνα ἐν τῇ θεότητι δῴη ἡμῖν τὴν σωτηρίαν καὶ ἐν τῇ αὐτοῦ ἀνθρωπότητι πάθῃ ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων, πάθος διὰ τοῦ πάθους λύσας καὶ 93.4 θάνατον διὰ θανάτου τοῦ ἰδίου θανατώσας. ἐλογίσθη δὲ τὸ πάθος εἰς τὴν θεότητα, καίτοι γε τῆς θεότητος ἀπαθοῦς οὔσης, λογιζομένου δὲ τοῦ πάθους τῇ θεότητι, ὅτι οὕτως εὐδόκησεν ἐλθὼν ὁ ἅγιος καὶ 93.5 ἀπαθὴς θεὸς Λόγος. ἔστι δὲ τὸ ὑπόδειγμα τοιόνδε τι· ὡς ἐάν τις ἱμάτιον ᾖ ἐνδεδυμένος, ἐν δὲ τῷ ἱματίῳ αἷμα ῥαντισθὲν μολύνῃ τὸ ἱμάτιον, τὸ δὲ * σῶμα οὐκ ἔφθασε τοῦ ἐνδεδυμένου, λογίζεται δὲ 93.6 ὁ σπῖλος ὁ ἐκ τοῦ αἵματος τῷ ἐνδεδυμένῳ τὸ ἱμάτιον, οὕτως ἐν τῇ σαρκὶ πέπονθεν ὁ Χριστός, ἐν αὐτῷ φημι τῷ κυριακῷ ἀνθρώπῳ, ὃν εἰς ἑαυτὸν ἀνεπλάσατο ἐλθὼν ἀπ' οὐρανῶν αὐτὸς ὁ ἅγιος θεὸς Λόγος· ὥς φησιν ὁ ἅγιος Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, 93.7 καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε». καθὼς τὸ αἷμα ἐν ἱματίῳ λογίζεται τῷ φοροῦντι, ἐλογίσθη αὐτῷ τὸ πάθος τῆς σαρκὸς εἰς θεότητα, μηδὲν αὐτῆς παθούσης, ἵνα μὴ εἰς ἄνθρωπον ἔχῃ ὁ κόσμος 93.8 τὴν ἐλπίδα, ἀλλ' ἐν τῷ κυριακῷ ἀνθρώπῳ, τῆς θεότητος ἀναδεχομένης λογισθῆναι εἰς αὐτὴν τὸ πάθος, ἵνα γένηται ὑπὲρ κόσμου ἡ ἀπὸ θεότητος ἀπαθοῦς σωτηρία, ἵνα τὸ ἐν σαρκὶ γενόμενον πάθος εἰς τὴν θεότητα λογισθῇ, καίτοι γε μηδὲν παθούσης αὐτῆς, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν» καὶ τὰ ἑξῆς. 94.1 Ἐσταυρώθη οὖν, ἐσταυρώθη ὁ κύριος καὶ προσκυνοῦμεν τὸν ἐσταυρωμένον, τὸν ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀνελθόντα. «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως 94.2 θεοῦ» κατὰ τὸ γεγραμμένον· «ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ὡς ῥανίδα ἀπὸ πελάγους ἀρυόμενοι τῆς τοῦ θεοῦ γνώσεως καὶ καταλαμβάνοντες τῆς τοιαύτης οἰκονομίας ὑπόδειγμα, τῆς ἡμῶν ἐλπίδος τὴν χάριν εὐδοκίᾳ πατρὸς θελήσει υἱοῦ σὺν θελήσει ἁγίου πνεύματος, * τῆς αὐτῆς θεοῦ οἰκονομίας. 94.3 εἶχον δὲ πᾶσαι αἱ γραφαὶ σποράδην τὸ κήρυγμα τῆς ἀναστάσεως, ἐτηρεῖτο δὲ τὸ τέλειον τῇ αὐτοῦ τοῦ ἐνυποστάτου Λόγου παρουσίᾳ. 94.4 «πλήρωμα γὰρ νόμου Χριστός» κατὰ τὸ γεγραμμένον. ποῦ γὰρ οὐκ ἔλεγε τὸ θεῖον γράμμα περὶ ἀναστάσεως; πρῶτον τὸ τοῦ Ἄβελ αἷμα κηρύττει· μετὰ γὰρ τὸ ἀποθανεῖν «ἔτι λαλεῖ», ὥς φησιν ἡ γραφή. «Ἐνὼχ μετετέθη καὶ οὐχ ηὑρίσκετο καὶ οὐκ εἶδε θάνατον· εὐηρέστησε γὰρ τῷ θεῷ». Νῶε κιβωτὸν κατεσκεύασεν ἐκ θεοῦ προστάγματος, ἑαυτῷ 94.5 παλιγγενεσίαν τῷ οἰκείῳ ἐργαζόμενος οἴκῳ. Ἀβραὰμ γηραλέος λαμβάνει