1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

80

σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ἡ ῥάβδος, «ὁ δὲ θεὸς ἔδωκεν» αὐτῇ ἀλλοῖον «σῶμα, ὡς ἠθέλησε». καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι 96.6 οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν, ἀλλ' αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ' αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει οὐδὲ ἀντὶ τῆς 96.7 ῥάβδου τὸν δράκοντα ἠθέλησε δικάζειν, ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἴδιον δυνατὸν ὁ θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ ἐν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο· οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ' ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε. 97.1 Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ «οἱ ἐν μνήμασιν ἀναστήσονται», κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ ἐπαρᾶται αὐτῷ ὁ πατὴρ αὐτοῦ ὁ ἅγιος Ἰακὼβ ὁ πατριάρχης καί φησι «Ῥουβεὶμ πρωτότοκός μου καὶ ἀρχὴ τέκνων μου, ἐξύβρισας ὡς ὕδωρ· μὴ ἐκζέσῃς. ἀνέβης γὰρ εἰς τὴν κοίτην τοῦ πατρός σου καὶ ἀπεκά97.2 λυψας φησίν, οὗ ἀνέβης». ἐν δὲ τῷ Ἑβραϊκῷ ἐλθωθάρ, ὅπερ ἐστὶν ἑρμηνευόμενον μὴ ἀνακάμψῃς ἢ μὴ προστεθείης ἢ πάλιν μὴ περισσεύσῃς, ψιλούμενον δὲ τῇ λέξει μὴ ἐκζέσῃς· οἱ δὲ ἑρμηνευταὶ ἐξέδωκαν 97.3 οὕτως. καὶ εἰ θέλεις μαθεῖν ὅτι ταῦθ' οὕτως ἔχει καὶ θάνατος ἀπὸ πατρὸς ὡρίζετο τούτῳ ἡμαρτηκότι, Μωυσῆς σοι σαφηνίσει. 97.4 εὐλογῶν γὰρ καὶ αὐτὸς τὰς δώδεκα φυλὰς ἐπὶ τὸν Ῥουβεὶμ ἐλθὼν καὶ γνοὺς ὅτι ἱερεὺς Λευί ἐν χειρὶ γὰρ τῆς ἱερωσύνης ἐλύετο καὶ ἐδεσμεύετο τὰ ἁμαρτήματα, φησί «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ». 97.56 πῶς δὲ ἐδύνατο ζῆν ὁ πρὸ ἑκατὸν εἴκοσι ἓξ ἐτῶν τεθαμμένος· ἀλλ' ἐπεὶ ᾔδει καὶ τὴν ἀνάστασιν κατὰ πάντα μέλλουσαν ἔσεσθαι, οἶδε δὲ θάνατον δεύτερον τὸν διὰ καταδίκης ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βουλόμενος αὐτὸν ἀντὶ τῆς μιᾶς τιμωρίας κουφίσαι ἀπὸ τῶν μελ97.7 λόντων φησί «ζήτω» ἐν τῇ ἀναστάσει, σημαίνων· ᾔδει γὰρ ὅτι ζήσονται ἅπαντες «καὶ μὴ ἀποθάνῃ», τουτέστι μὴ περιβληθῇ θανάτῳ 97.8 δευτέρῳ τῷ διὰ καταδίκης καὶ βασάνῳ αἰωνίᾳ. εἰ γὰρ περὶ τῆς ζημίας τῆς ζωῆς αὐτῷ ἔμελεν, ἤρκει εἰπεῖν μόνον «ζήτω Ῥουβείμ»· ἐπειδὴ δὲ περὶ τῶν μελλόντων σημαίνει, λέγει «ζήτω Ῥουβεὶμ καὶ μὴ ἀποθάνῃ». 98.1 Καὶ πόθεν τις οὐ δυνήσεται συλλέξαι τὰς τοσαύτας μαρτυρίας περὶ τῆς ἡμῶν ἐλπίδος καὶ προσδοκίας τῆς ἀναστάσεως, τῆς ἐν ἀληθείᾳ 98.2 καὶ οὐκ ἐν δοκήσει; λεγέτωσαν γὰρ οἱ κενόδοξοι καὶ φιλονεικοῦντες μάτην, πότερόν ποτε μέρος ἀνίσταται τῶν σωμάτων καὶ πάντων ἀνὰ μέρος ἢ πάλιν τινῶν τὸ ὅλον ἐγείρεται καὶ τινῶν ἀνὰ μέρος ἡ ἀνάστασις, τινῶν δὲ ὅλον τὸ σῶμα. τίς ἡ τοιαύτη προσωποληψία; ἆρα 98.3 «προσωποληψία παρὰ τῷ θεῷ;» μὴ γένοιτο. ἐρευνήσωμεν ποῦ ἢ πότε ἤγειραν οἱ ἅγιοι νεκρὸν ἀπὸ μέρους καὶ οὐχὶ ὅλον τὸ σῶμα. ὁ υἱὸς τῆς ἐν Σαραφθίᾳ χήρας ὅλος ἀνέστη καὶ οὐ μέρος κατελείφθη, ὁ υἱὸς τῆς Σουμανίτιδος ὅλος ἀνέστη καὶ οὐδὲν μέλος αὐτοῦ εἴασε 98.4 μὴ ἀναστάν. καὶ ὁ κύριος τὸν Λάζαρον ἤγειρε καὶ οὐκ ἐγκατέλιπε λείψανον ἐν τῷ μνήματι, ἀλλὰ μετὰ τῶν κειριῶν καὶ τῶν ἄλλων ἐνδυμάτων * καὶ οὐχὶ πάντως τῶν ἱματίων χρεία ἐν ἡμέρᾳ κρίσεως· 98.5 τὸν υἱὸν τῆς ἐν τῇ Ναῒν ὅλον ἤγειρε, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, τὴν θυγατέρα τοῦ ἑκατοντάρχου. καὶ ὢ μάταιος ὑπόνοια τῶν τὰ τοιαῦτα λογιζομένων, ὅτι μέρος ἐγείρει καὶ μέρος καταλιμ98.6 πάνει. ἴδωμεν δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων καὶ τῶν ἤδη ἰσόρροπα ἐλπίδος ἡμῖν γεγενημένων. Ἐνὼχ ὅλος μετετέθη καὶ οὐκ εἶδεν ἕως τῆς δεῦρο θάνατον καὶ Ἠλίας ὅλος ἀνελήφθη ἐν