1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

81

σώματι καὶ οὐκ εἶδεν ἄχρι τῆς δεῦρο θάνατον, ἵνα ἐν δυσὶ ζῶσι σώμασιν παραστήσῃ 98.7 ἡμῖν τελείαν τὴν ἀνάστασιν. καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας * τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἵνα μὴ ἡ ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ 98.8 ὅλη. Ἠλίας ἦν ἐν παρθενίᾳ, ἵνα τὸ πρόκριτον τῆς παρθενίας τὴν ἀθανασίαν κηρύξῃ τῷ κόσμῳ καὶ τὴν μετὰ σώματος ἀφθαρσίαν· ἵνα δὲ μὴ μόνον ἐπὶ τῆς παρθενίας νομισθῇ εἶναι διὰ τὸ ἐξαίρετον ἡ ἀνάστασις καὶ σώματος ἡ παραμονή, Ἐνὼχ οὐκ ἦν παρθένος, ἀλλ' ἐγκρατὴς καὶ παιδοποιήσας τέκνα. καὶ δύο μὲν οὗτοι ἐν ζῶσιν, ἐν σώματι καὶ ψυχῇ ἐμπαραμένοντες διὰ τὴν ἡμῶν ἐλπίδα. 99.1 Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε ∆αθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες σὺν σώματι καὶ ψυχῇ. ἀπ' αὐτῆς γὰρ τῆς ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ 99.2 εἰς τιμωρίαν παροδοθέντων. ὁ Ἰώβ φησιν «ἕως πάλιν γένωμαι» καί «ἀναστήσαι τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα» καί «ἀνακαινιεῖς με» καὶ πάλιν «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου», Ἠσαΐας δέ «ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις»· ἦλθε γὰρ ὁ «λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παρα99.3 πικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». λέγει δὲ Ἰώβ «ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αὐτοῦ». καὶ γὰρ ἀληθῶς καθ' ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ' εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα «ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ». 99.4 ὅσον γὰρ ἔστιν ὁ οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὑπάρχει. ὅταν δὲ ἔλθῃ «ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον» καὶ τινάσσων τὴν γῆν, τότε «ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος». 99.5 διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ «υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἐγένετο οὕτως· καί «γενέσθαι ἐπ' αὐτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίχας καὶ ὄνυχας»· καὶ πάλιν «εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς», τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποτεταμιευ99.6 μένων. καὶ τίνι τῷ λόγῳ αὐτὸς ὁ κύριος οὐ λέγει, ἀλλὰ κελεύει τῷ ἀνθρώπῳ λέγειν; ὅτι ὃ λέγει κύριος ἅμα καὶ ποιεῖ καὶ οὐκέτι λύεται· τῷ δὲ ἀνθρώπῳ προσέταξε λέγειν, ἵνα μετὰ τὸ ἀναστῆναι πρὸς τὴν ὥραν σημανθῇ μὲν ἡμῶν ἡ ἐλπὶς τῆς σωτηρίας, ἀνθρώπου δὲ λόγος λυθῇ καὶ οὐ τοῦ κυρίου. ἤμελλον γὰρ πάλιν ἀποθνῄσκειν ἐκεῖνα τὰ ὀστᾶ. ὅταν δὲ εἴπῃ ὁ κύριος, ἀνάστητε, ἐγείρονται καὶ οὐκ ἀποθνῄσκουσι· θεοῦ γὰρ λόγος οὐ λυθήσεται. 100.1 ∆ιὰ τοῦτο καὶ ὁ κύριος ἐν σαρκὶ ἐλθὼν ἤγειρε νεκρούς, ἵνα τὸ διὰ τῆς σαρκὸς πάλιν κοιμηθῇ, ἕως αὐτὴ ἡ σὰρξ ἀναστῇ καὶ μηκέτι ἀποθάνῃ καὶ σιωπήσῃ τοῦτο τὸ λέγειν μόνῳ ἑνί· «ἔγειραι», «δεῦρο ἔξω», ἕως ἂν ἔλθῃ καὶ μηκέτι ἑνικῶς εἴπῃ, ἔγειραι, ἀλλ' ἐγείρεσθε πάντες, τὴν καθολικὴν ἀνάστασιν ἐργαζόμενος· αὐτὸς γάρ 100.2 ἐστιν ἡ ἀνάστασις τῶν νεκρῶν. ὧδε γὰρ μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν οὐδένα ἤγειρε εἰ μὴ τῶν προσφάτως τελευτησάντων. ἀνέστησαν γὰρ σὺν αὐτῷ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ὤφθησαν πολλοῖς», «μετ' αὐτοῦ εἰσελθόντες εἰς τὸν νυμφῶνα», κατὰ τὰ ἐν 100.3 εὐαγγελίῳ γεγραμμένα. καὶ οὐκ εἶπεν, ἀνέστη μέρος τῶν