1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

87

εἰπεῖν τὸν θεόν «Ἀδὰμ ποῦ εἶ;» οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἵου ὕψους πρὸς ποῖον βάθος αἴσχους ὁ Ἀδὰμ 109.3 ἐκπεπτώκει. καί «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ὅτι ὅν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὗτος ἐπὶ γῆν παρὰ σοῦ 109.4 ἔρριπται. δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου»· 109.5 «ἰδού, γάρ φησιν, ἡ φωνὴ αὐτοῦ βοᾷ πρός με». καί «ποῦ Σάρρα ἡ γυνή σου;» οὐκ ἀγνοῶν εἶπεν. ἐπεὶ πῶς ἠγνόει ὁ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ' ἵνα παραστήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς «ἐπαγγελλομέναις θεοσέβειαν» μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν 109.6 πειρῶνται. ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς ἰδίοις αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετουμένων οὐχ ἑώρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ἡμετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις. 110.1 Ἄν τε εἴπωσιν ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὁ τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδασιν οἱ μάταιοι ὅτι παρὰ θεῷ οὐδὲν ἀπόλλυται καὶ ὅτι δικαιοκρισία ἐστὶ 110.2 καὶ «θεὸς οὐ μυκτηρίζεται». τί γὰρ ἐνόμιζον Αἰγύπτιοι ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους καὶ οὐ τὰ τυχόντα ἔτη, ἀλλὰ διακόσια δεκαπέντε σὺν † τοῖς διακοσίοις δεκαπέντε ἔτεσι τοῦ 110.3 Ἰωσήφ; τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὁρισθείσης τῷ Ἀβραὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ὡς λέγει «πάροικον ἔσται τὸ σπέρμα 110.4 σου ἐν γῇ ἀλλοτρίᾳ», τότε τὸ ὁρισθὲν ἐτελειοῦτο. τῇ οὖν ἑαυτοῦ εὐσπλαγχνίᾳ ὁ θεὸς τὰ ἔτη τῆς αὐτοῦ παροικίας διεμέρισε. καὶ εὐθὺς μὲν διὰ ˉσ δεκαπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ Χανανίτιδι ἀντελάβετο αὐτῶν καὶ τὰ ἄλλα ˉσ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον μετελ110.5 θοῦσιν. ὁ γὰρ ἀριθμὸς τούτων τῶν ἐτῶν οὕτως ἀναλογεῖται· ἦν τότε ἑβδομηκοστὸν πέμπτον ἔτος τοῦ Ἀβραάμ. γίνονται τοίνυν ἀπὸ ἑβδομηκοστοῦ πέμπτου ἔτους Ἀβραὰμ ἕως γεννήσεως Ἰσαὰκ ἔτη ˉκˉε· Ἰσαὰκ γεννᾷ τὸν Ἰακὼβ κατάγων ἔτος ἑξηκοστὸν καὶ γέγονεν ἔτη ˉπˉε· Ἰακὼβ δὲ γενόμενος ἐτῶν ˉπˉθ γεννᾷ τὸν Λευὶ καὶ γίνονται ἔτη ˉρˉοˉδ· Λευὶ ἐτῶν γενόμενος ˉμ τεσσάρων γεννᾷ τὸν Καάθ· ἐν δὲ τῷ τεσσαρακοστῷ ἔτει καὶ ἑβδόμῳ Λευὶ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον καὶ γίνονται ἔτη διακόσια ἕνδεκα. καὶ μετὰ τὴν εἴσοδον αὐτῶν τὴν εἰς Αἴγυπτον ἕτερα τέσσαρα ἔτη καὶ πληροῦνται τὰ διακόσια δεκαπέντε. 110.6 ἐντεῦθέν μοι πάλιν ἀριθμεῖται τὰ λοιπὰ διακόσια πεντεκαίδεκα ἔτη τῆς τῶν Ἰσραηλιτῶν παροικίας. Καὰθ δὲ μετὰ τὴν εἰς Αἴγυπτον κάθοδον ἐν τῷ ἑξηκοστῷ πέμπτῳ ἔτει αὐτοῦ γεννᾷ τὸν πατέρα Μωυσέως Ἀβραάμ· γίνονται τοίνυν ἀπὸ τοῦ πρώτου Ἀβραάμ, τοῦἑβδομηκοστοῦ αὐτοῦ πέμπτου ἔτους ἕως τῆς γεννήσεως τοῦ ἐσχάτου 110.7 Ἀβραὰμ ἔτη ˉσˉπ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς ἔτη ˉξˉε. Ἀβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὢν γεννᾷ τὸν Μωυσέα, καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Ἀβραὰμ ἔτη ˉτˉν, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καταγωγῆς 110.8 ἔτη ˉρˉλˉε. ὁ δὲ Μωυσῆς ἐν τῷ ˉλ αὐτοῦ ἔτει πατεῖ τὴν ἐρυθρὰν θάλασσαν, ἅμα Ἰσραηλίταις ἐξ Αἰγύπτου ἐξιών. καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Ἀβραὰμ ἔτη ˉτˉπ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ἔτη 110.9 ˉρˉξˉε. τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν 110.9 τῆς ἐρυθρᾶς θαλάσσης μέχρι τῆς εἰς Παλαιστίνην ἀπαντήσεως, οὐ διὰ τὸ μῆκος τῆς ὁδοῦ, ἀλλὰ διὰ τὸ