1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

91

ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ' ὅλον τὸ σῶμα τοῦ ἀνθρώπου σφραγίζει καθαροποιεῖ περιτέμνει, πάντων τῶν κακῶν 116.7 ἀπαλλάττει. ἡ γοῦν ἁγία ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια. ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ «ἐχθροί, οἰκειακοί» λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ κυρίου ἀληθοῦς πίστεως «εἰ 116.8 γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ' αὐτῶν»· ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι ἐπιθυμίαν κακὴν τῆς δι' ἰχθύων καὶ σικυῶν Αἰγυπτίων ἐδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν υἱὸν τοῦ θεοῦ, Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλι116.9 τεύσαμεν, ἄλλοι δὲ Σαβέλλιοι. καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι τὸν υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι 116.10 Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ 116.11 οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι. ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων *· εἴθε κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ ἄγνωστοι νεκροὶ καὶ ἄπιστοι. 117.1 Ἵνα δὲ μὴ «διὰ μέλανος καὶ χάρτου» τὰς κατὰ τούτων μαρτυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυ117.2 ριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον. υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ' ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι' ἁγίου πνεύματος συλληφθέν, σῶμα 117.3 τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι. γέγονεν οὖν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην ἐν τῷ Ἰορδάνῃ, εἷς ὢν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἱῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός»· 117.4 τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ' αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν μελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτίζεσθαι. 117.5 τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· ἰσότητα γὰρ ἐνταῦθα 117.6 υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα. τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν 117.7 ἀπὸ τοῦ ∆ανιὴλ οὕτως ἔχουσα· ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ' ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον»· καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελήνην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα. 118.1 ἐλεγξάτω δὲ πάλιν τούτους 118.1 Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων «ἐπειράσατε τὸ 118.2 ἅγιον πνεῦμα»· καί φησιν «οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ». ὁ δὲ ἀπόστολος οἶδεν, ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότριον εἶναι τοῦ θεοῦ λέγων «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»· τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ 118.3 θεοῦ ἐρευνᾶν. ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ