1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

ἐλλείποντα λόγον, παρέθετο δὲ αὐτῷ τὸν ἀστερίσκον, οὐχ ὡς χρείας οὔσης τοῦ πάντως ζητηθῆναι τὸν λόγον, περιττὸς γάρ ἐστιν, ἀλλ' ἵνα μὴ παραλείψῃ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιλαμβάνεσθαι τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις θείων γραφῶν, μηδενὸς ἐπιληψίμου πράγματος ὑπάρχοντος κατὰ τῆς πίστεως ἐν τοῖς ἀπηστερισμένοις λόγοις· περιττοὶ γάρ εἰσι καὶ δισσολογούμενοι, ὡς ἀπὸ τῆς ἀναγνώσεως ἐδείξαμεν περὶ τοῦ Ἀδὰμ καὶ τῆς αὐτοῦ ζωῆς· ὡς καὶ ἀπὸ τοῦ βραχυτάτου λόγου δυνατόν σε τοῖς λοιποῖς ἐπιστῆναι λόγοις, ἔνθα οἱ ἀστερίσκοι παράκεινται. Ἵνα δὲ καὶ τοῦτο μάθῃς, διὰ τί ἀστερίσκους παρέθετο τοῖς λόγοις τούτοις, ἀφθόνως καὶ τοῦτο λέξομεν. Ἐπίστασαι τοῦτο, ὦ ἀκροατά, ὅτι ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οἱ ἀστέρες εἰσί, κἄν τε ὑπὸ νεφελῶν ἢ ἡλίου καλυφθῶσι. Τούτῳ τῷ νοήματι ὁ τοὺς ἀστερίσκους παραθεὶς ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οἱ λόγοι, οἷς παράκεινται οἱ ἀστερίσκοι, πεπήγασι μὲν ἐν ταῖς ἑβραϊκαῖς λέξεσιν, ὡς οἱ ἀστέρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἐκαλύφθησαν δὲ ὑπὸ τῆς τῶν ἑβδομήκοντα δύο ἑρμηνείας, ὡς οἱ ἀστέρες ὑπὸ τῶν νεφελῶν καλύπτονται. Αὕτη ἡ ὑπόθεσις τοῦ ἀστερίσκου. Τοῦ δὲ ὀβελοῦ τὸ διήγημα τοῦτον ἔχει τὸν τρόπον. Ὀβελὸς οὗτός ἐστιν ὁ παρακείμενος· παραπλησίως γὰρ γράφεται τῇ καλουμένῃ γραμμῇ. Ὀβελὸς δὲ κέκληται κατὰ ἀττικὴν χρῆσιν, ἄλλοις δὲ καλεῖται δόρυ, ὅ ἐστι λόγχη, παρετέθη δὲ ταῖς τῆς θείας γραφῆς λέξεσι ταῖς παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο ἑρμηνευταῖς κειμέναις παρὰ δὲ τοῖς περὶ Ἀκύλαν καὶ Σύμμαχον μὴ ἐμφερομέναις. Ἀφ' ἑαυτῶν γὰρ οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ταύτας τὰς λέξεις προσέθηκαν, οὐκ εἰς μάτην, ἀλλὰ μᾶλλον εἰς ὠφέλειαν. Ταῖς γὰρ ἐλλιπῶς ἐχούσαις λέξεσι προστεθεικότες εἰς σαφήνειαν τὴν ἀνάγνωσιν παρήγαγον, ὥσθ' ὑπολαμβάνειν ἡμᾶς οὐκ ἀμοίρους αὐτοὺς γεγενῆσθαι πνεύματος ἁγίου. Ὧν γὰρ οὐκ ἦν χρεία δισσολογεῖν παρῆκαν· ὅπου δὲ χωλὸν ἐδόκει τὸ ῥῆμα εἶναι εἰς ἑλληνικὴν διάλεκτον μεταφερόμενον, ἐκεῖ τὴν προσθήκην ἐποιήσαντο. Θαυμάσαι δέ ἔστιν ἐπὶ τούτῳ καὶ μὴ τολμᾶν μέμψιν ἐπάγειν, ἀλλὰ μᾶλλον ἔπαινον, ὡς ἐκ βουλῆς Θεοῦ γεγενημένον συνιέναι τὸν εὐλαβῆ. Ἑβδομήκοντα δύο γὰρ ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ Φαρίᾳ νήσῳ, καλουμένῃ δὲ ἄνω γῇ, ἄντικρυ τῆς Ἀλεξανδρείας ἐν τριάκοντα καὶ ἓξ οἰκίσκοις, ζυγὴ ζυγὴ κατὰ οἰκίσκον, ἀφ' ἕωθεν ἕως ἑσπέρας συγκλειόμενοι, καὶ τὸ ἑσπέρας ἐν τριάκοντα ἓξ σκαφιδίοις περαιούμενοι καὶ ἀντιπεραιούμενοι εἰς τὸ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου παλάτιον καὶ μετ' αὐτοῦ ἑστιώμενοι καὶ κατὰ ζυγὴν ἐν κοιτῶσι τριάκοντα ἓξ καθεύδοντες εἰς τὸ μὴ συνδυάσαι μετ' ἀλλήλων ἀλλ' ἀνοθεύτως ἑρμηνεῦσαι, οὕτω διετέλουν. Τοὺς γὰρ προειρημένους τριάκοντα ἓξ οἰκίσκους ὁ Πτολεμαῖος κατασκευάσας ἐν τῷ πέραν εἰς τὴν νῆσον διπλοῦς τε αὐτοὺς ποιήσας δύο δύο ἐνέκλεισεν, ὡς ἔφην, καὶ παῖδας δύο ὑπηρετεῖν αὐτοῖς ἅμα ἐνέκλειεν ὀψοποιίας ἕνεκεν καὶ ὑπηρεσίας μετὰ καὶ ταχυγράφων. Ἀλλ' οὔτε θυρίδας τοῖς οἰκίσκοις ἐκείνοις ἐκ τῶν τοίχων ἐποίησεν, ἀλλ' ἄνωθεν ἐκ τῶν δωμάτων τὰς καλουμένας ἀναφωτίδας ἀνέῳξεν. Οἱ δὲ οὕτω διάγοντες ἀπὸ πρωίθεν ἕως ἑσπέρας ὑπὸ κλεῖδα συγκεκλεισμένοι οὕτως ἡρμήνευσαν. Ἑκάστῃ δὲ ζυγῇ βίβλος μία ἐπεδίδοτο, ὡς εἰπεῖν ἡ βίβλος τῆς τοῦ κόσμου Γενέσεως μιᾷ ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ ἄλλῃ ζυγῇ, τὸ Λευιτικὸν τῇ ἄλλῃ καὶ καθ' ἑξῆς ἄλλη βίβλος τῇ ἄλλῃ. Καὶ οὕτως αἱ εἴκοσι ἑπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ τὴν τοῦ ἀλφαβήτου παρ' Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι ἡρμηνεύθησαν. Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων ὀνόματα, πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμεναι. Τὸ γὰρ χὰφ ἔστι διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σαδέ. ∆ιὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία