1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

λέξεσι, γνοίης ὅτι ὑπὸ μιᾶς ζυγῆς ἢ δύο αὕτη ἡρμηνεύθη ἡ λέξις διὰ τὰ παρακείμενα δύο κεντήματα. Καλεῖται δὲ ταῦτα συναμφότερα ἢ ὅμοια. Ἵνα δὲ καὶ τοῦτο λεῖόν σοι εἴη καὶ εὐπερίδρακτον καὶ περὶ τούτου ἐρῶ. Ὅταν εὕρῃς ὡς ἐν ἑβδομηκοστῷ ψαλμῷ ἐμφέρεται «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου» ἀντὶ τοῦ «ἀναγγελεῖ τὴν δικαιοσύνην σου», «ἀναγγελεῖ τὰς δικαιοσύνας σου». Πάλιν δὲ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ «καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ». Ἀντὶ δὲ τούτου πρόκειται, καὶ «ἔντιμον τὸ ὄνομα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ». Καὶ οὕτως εἰς πολλοὺς τόπους εὕροις οὐδὲν μὲν ἐλλιπὲς ὑπάρχον οὐδὲ παρηλλαγμένον, ἀλλὰ τὸ αὐτὸ μὲν ὑπάρχον διαφόρως δὲ ὀνομαζόμενον, ὡς εἶναι οὐ παρὰ ταῦτα ἄλλα συναμφοτέρως ἐκφωνούμενα. Οὕτω διὰ τὸν λιμνίσκον ἐσημειώθη ὡς παρὰ μιᾷ ζυγῇ ἢ δυσὶ ζυγαῖς εὑρεθέντος τοῦ οὕτως ἐκφωνηθέντος λόγου. Καὶ ταῦτα πάλιν περὶ λιμνίσκου εἴπομεν. Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὑπολιμνίσκου δηλώσομεν, ὅπως γνῷς, ὅτι ὅπου εὑρίσκεται τὸ σημεῖον τοῦτο ὑποκείμενον, ὃ ἐστὶν ἁπλῆ γραμμή, ὀβελοῦ τὸ σχῆμα ἔχουσα, ὑποκειμένην δὲ ἔχουσα στιγμὴν ἤγουν κέντημα, τοῦτο τὸ σημεῖον τοῦ ὑπολιμνίσκου τύπον δηλοῖ. Ὅπου οὖν εὑρεθῇ λέξει τινὶ παρακείμενος, δηλοῦται ὑπὸ μιᾶς που ζυγῆς ἑρμηνευτῶν ἐξενεχθεὶς ὁ λόγος, καθ' ὃ ἡ μία στιγμὴ ὑποφαίνει. Καί ἐστι καὶ αὐτὸ συναμφότερον ἢ συνάδελφον τῇ λέξει, ᾗ ἐπίκειται. Αὕτη ἐστὶν ἡ ἡμῶν περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου φράσις, φιλοκαλώτατε. ∆εῖ δὲ ἡμᾶς καὶ αὐτῶν τῶν εἰρημένων τὴν ὑπόθεσιν δηλῶσαι. Χρησιμεύσει γάρ σοι καὶ ἡ περὶ τούτων γνῶσις ἐξ αὐτῆς τῆς ἐπιβολῆς τῆς περὶ αὐτῶν διηγήσεως, ὑποδεικνύουσα τίς, πόθεν καὶ πότε καὶ γένους ποίου ἕκαστος αὐτῶν ὑπῆρξε, καὶ τοῦ ἑρμηνεῦσαι τίς αὐτῷ γέγονεν ἡ αἰτία. Καὶ πρῶτοι μὲν ἑρμηνευταὶ γεγόνασι τῆς αὐτῆς θείας γραφῆς ἀπὸ ἑβραϊκῆς διαλέκτου εἰς ἑλληνίδα ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, τὴν αὐτὴν πρώτην ἑρμηνείαν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ἑρμηνεύσαντες, οἵτινες ἐξελέγησαν ἐκ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἓξ ἄνδρες κατὰ φυλήν, ὡς ἐξέδωκεν Ἀρισταῖος ἐν τῷ αὐτοῦ συντάγματι. † Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε. Πρῶτον ἐκ φυλῆς Ῥουβὴν Ἰωσῆ, Ἐζεκίας, Ζαχαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. ∆εύτερον ἐκ φυλῆς ΣυμεὼνἸούδας, Σίμων, Σαμούηλος, Ἀδαῖος, Ματταθίας, Σελεμίας. Τρίτον ἐκ φυλῆς Λευὶ Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασαῖος, Ὀρνίας, ∆άκις. Τέταρτον ἐκ φυλῆς Ἰούδα Ἰωνάθαν, Ἀβραῖος, Ἐλισσαῖος, Ἀνανί Ζαχαρίας, Χελκίας. Πέμπτον ἐκ φυλῆς Ἰσσάχαρ Ἴσακος, Ἰάκωβος, Ἰησοῦς, Σαμβαταῖος, Σίμων, Λευίς. Ἕκτον ἐκ φυλῆς Ζαβουλὼν Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Ζαμούηλος, Σελεμίας. Ἕβδομον ἐκ φυλῆς Γὰδ Σαμβαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσακος, Ἰεισίας, Ματθαῖος. Ὄγδοἐκ φυλῆς Ἀσὴρ Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, ἸωάννηςἸωνάθαν. Ἔνατον ἐκ φυλῆς ∆ὰν Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, ἸάσωἘνδεμίας, ∆ανίηλος. ∆έκατον ἐκ φυλῆς Νεφθαλεὶμ Ἱερεμίας, Ἐλιέζερος, Ζαχαρίας, Βαναίας, Ἐλισσαῖος, ∆αθαῖος. Ἑνδέκατον ἐκ φυλῆς Ἰωσὴ Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθαν, Χαλέβ, ∆οσίθεος. ∆ωδέκατον ἐφυλῆς Βενιαμὶν Ἴσαλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβῖτος, Ἐκιήλ. Ταῦτά ἐστι τὰ ὀνόματα, ὧν προείπομεν ἑβδομήκοντα δύο ἑρμηνευτῶν. † Περὶ ὧν ἀνωτέρω διὰ τῶν ἀστερίσκων καὶ τῶν ὀβελῶν καὶ περὶ τῶν ἄλλων ἑρμηνευτῶν, τοῦτ' ἔστιν Ἀκύλα καὶ Συμμάχου καὶ λοιπῶν ἀπὸ μέρους διηγησάμεθα, ἐνταῦθα δὲ καὶ τὰς αἰτίας σοι δηλώσομεν φιλοκαλώτατε. Ὁ γὰρ μετὰ τὸν πρῶτον Πτολεμαῖον δεύτερος βασιλεύσας Ἀλεξανδρείας Πτολεμαῖος, ὁ ἐπικληθεὶς Φιλάδελφος, ὡς προείρηται, φιλόκαλός τις ἀνὴρ καὶ φιλόλογος γεγένηται, ὅστις βιβλιοθήκην κατασκευάσας ἐπὶ τῆς αὐτῆς Ἀλεξάνδρου πόλεως ἐν τῷ Βρουχίῳ