1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

καὶ μεταστειλάμενος ἅπαν τὸ πλῆθος τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἰατρῶν, ᾔτησε παρ' αὐτῶν ἰατρείαν τοῦ σώματος αὐτοῦ. Οἱ δὲ πολλὰ κεκμηκότες καὶ πολλὰ ποιήσαντες καὶ μηδὲν ἀνύσαντες ὑπ' αὐτοῦ ἐσκώφθησαν, ὃς καὶ ἐπιστολὴν ὀνειδιστικὴν ἔγραψε κατ' αὐτῶν, τὴν τέχνην αὐτῶν αἰτιώμενος ὡς μηδὲν εἰδυῖαν. Τῆς δὲ προκειμένης αὐτῷ νόσου ἕνεκα στέλλεται τὴν πορείαν ἐπὶ τὴν τῶν Αἰγυπτίων γῆν. Ἔδει δὲ αὐτὸν ἀπὸ τῆς Ῥωμαίων ἐπὶ τὰς ἑξῆς προβαίνονταπόλεις ταύτας κατοπτεύειν. Ἦν γὰρ ὁ ἀνὴρ φιλοΐστωρ. ∆ιέρχεται οὖν τὴν Ἀντιόχου πόλιν, ὑπερβαίνει τε τὴν Κοίλην καὶ τὴν Φοινίκην, καὶ ἔρχεται εἰς τὴν Παλαιστίνην, τὴν καὶ Ἰουδαίαν καλουμένην μετὰ ἔτη μζʹ τῆς τῶν Ἱεροσολύμων ἐρημώσεως. Καὶ ἄνεισιν ἐπὶ τὰ Ἱεροσόλυμα, τὴν περίπυστον πόλιν καὶ ὀνομαστήν, ἣν κατέστρεψε Τίτος Οὐεσπασιανοῦ παῖς τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας. Καὶ εὗρε τὴν πόλιν πᾶσαν ἠδαφισμένην, καὶ τὸ ἱερὸν τοῦ Θεοῦ κατεπεπατημένον, παρεκτὸς ὀλίγων οἰκημάτων καὶ τῆς τοῦ Θεοῦ ἐκκλησίας μικρᾶς οὔσης, ἔνθα ὑποστρέψαντες οἱ μαθηταί, ὅτε ὁ Σωτὴρ ἀνελήφθη ἀπὸ τοῦ ἐλαιῶνος ἀνέβησαν εἰς τὸ ὑπερῷον. Ἐκεῖ γὰρ ὠκοδόμητο· τοῦτ' ἐστὶν ἐν τῷ μέρει Σιών, ἥτις ἀπὸ τῆς ἐρημώσεως περιελήφθη· καὶ μέρη οἰκήσεων περὶ αὐτὴν τὴν Σιὼν καὶ ἑπτὰ συναγωγαί, αἳ ἐν τῇ Σιὼν μόναι ἑστήκεσαν, ὡς καλύβαι μόνον, ἐξ ὧν μία περιελείφθη ἕως χρόνου Μαξιμωνᾶ τοῦ ἐπισκόπου καὶ Κωνσταντίνου τοῦ βασιλέως «ὡς σκηνὴ ἐν ἀμπελῶνι» κατὰ τὸ γεγραμμένον. ∆ιανοεῖται οὖν ὁ Ἀδριανὸς τὴν πόλιν κτίσαι, οὐ μὴν τὸ ἱερόν. Καὶ λαβὼν τὸν Ἀκύλαν τοῦτον τὸν προγεγραμμένον, ἑρμηνευτὴν Ἕλληνα ὄντα, ὡς καὶ αὐτὸς ὁ Ἀδριανὸς Ἕλλην ὑπῆρχεν· ἦν δὲ ὁ Ἀκύλας αὐτοῦ τοῦ βασιλέως πενθερίδης, ἀπὸ Σινώπης δὲ τῆς Πόντου ὁρμώμενος καθίστησιν αὐτὸν ἐκεῖσε ἐν Ἱεροσολύμοις ἐπιστάτην τοῖς ἔργοις τῶν τῆς πόλεως κτισμάτων, ἐπιτεθεικὼς τῇ οἰκοδομουμένῃ πόλει τὸ ἴδιον ὄνομα καὶ τοῦ βασιλικοῦ ὀνόματος τὸν χρηματισμόν. Ὡς γὰρ ὠνόμαστο Αἴλιος Ἀδριανός, οὕτω καὶ τὴν πόλιν ὠνόμασεν Αἰλίαν. Ὁ τοίνυν Ἀκύλας διάγων ἐν τῇ Ἱερουσαλὴμ καὶ ὁρῶν τοὺς μαθητὰς [τῶν μαθητῶν] τῶν ἀποστόλων ἀνθοῦντας τῇ πίστει καὶ σημεῖα μεγάλα ἐργαζομένους ἰάσεων καὶ ἄλλων θαυμάτων· -ἦσαν γὰρ ὑποστρέψαντες ἀπὸ Πέλλης τῆς πόλεως εἰς Ἱερουσαλὴμ καὶ ἐν αὐτῇ διατρίβοντες καὶ διδάσκοντες. Ἡνίκα γὰρ ἔμελλεν ἡ πόλις ἁλίσκεσθαι ὑπὸ τῶν Ῥωμαίων καὶ ἐρημοῦσθαι προεχρηματίσθησαν ὑπὸ ἀγγέλου τοῦ Θεοῦ πάντες οἱ μαθηταὶ μεταστῆναι ἀπὸ τῆς πόλεως, μελλούσης ἄρδην ἀπόλλυσθαι. Οἵτινες μετανάσται γενόμενοι ᾤκησαν ἐν Πέλλῃ τῇ προγεγραμμένῃ πόλει, πέραν τοῦ Ἰορδάνου· ἡ δὲ πόλις ἐκ ∆εκαπόλεως λέγεται εἶναι. Μετὰ δὲ τὴν ἐρήμωσιν Ἱερουσαλὴμ ἐπαναστρέψαντες, ὡς ἔφην, εἰς τὰ Ἱεροσόλυμα σημεῖα μεγάλα, ὡς προεῖπον, ἐπετέλουν. Ὁ οὖν Ἀκύλας κατανυγεὶς τὴν διάνοιαν τῷ χριστιανισμῷ ἐπίστευσε καὶ μετὰ χρόνον αἰτήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐκομίσατο. Ἀπὸ δὲ τῆς πρώτης αὐτοῦ ἕξεως ὅτε τὰ τῶν Ἑλλήνων ἐφρόνει μὴ μεταθέμενος τοῦ πιστεύειν δηλονότι τῇ ματαίᾳ ἀστρονομίᾳ, ἣν ἀκριβῶς ἐκπεπαίδευτο, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸ θέμα τῆς αὐτοῦ γενέσεως σκεπτόμενος, ἐλεγχόμενός τε ὑπὸ τῶν διδασκάλων καὶ ἐπιτιμώμενος ἕνεκα τούτου καθ' ἡμέραν, μὴ διορθούμενος δέ, ἀλλὰ καὶ φιλονείκως μᾶλλον ἀντιτιθέμενος καὶ σπεύδων συνιστᾶν τὰ ἀσύστατα, τὴν εἱμαρμένην δηλονότι καὶ τὰ περὶ αὐτῆς διηγήματα, ἐξεώσθη πάλιν τῆς ἐκκλησίας ὡς ἄχρηστος πρὸς σωτηρίαν. Πικρανθεὶς δὲ τὴν διάνοιαν ὡς ἠτιμωμένος εἰς ζῆλον μάταιον αἴρεται καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας καὶ τὴν αὐτοῦ ζωὴν ἀρνησάμενος προσηλυτεύει καὶ περιτέμνεται Ἰουδαῖος καὶ ἐπιπόνως φιλοτιμησάμενος ἐξέδωκεν ἑαυτὸν μαθεῖν τὴν Ἑβραίων διάλεκτον καὶ τὰ αὐτῶν στοιχεῖα. Ταύτην δὲ ἀκρότατα παιδευθεὶς ἡρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ χρησάμενος, ἀλλ' ὅπως διαστρέψῃ