1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

ἑρμηνεύσασιν, ὥσπερ εἰ ἐν τῷ ἅμα πάντες ἐκάθηντο καὶ συμβουλευτικῶς ἀλλήλοις ἡρμήνευον. Εὔδηλον ὅτι ἐν τοῖς ἑβδομήκοντα δύο εὑρεθήσεται ἡ ἀλήθεια. Ὥστε γνωστὸν τοῦτον τοῖς φιλαλήθως ἐξετάζειν βουλομένοις, ὅτι οὐ μόνον ἑρμηνευταὶ ἐκεῖνοι γεγόνασιν, ἀλλὰ καὶ ἀπὸ μέρους προφῆται. Ὧν γὰρ οὐκ ἦν χρεία εἰς ἑρμηνείαν παρῆκαν, ἅτινα εἰς ὕστερον ἐν τοῖς σφῶν αὐτῶν τόποις μετὰ ἀστερίσκων Ὠριγένης συνέθηκεν. Ὡσαύτως δὲ καὶ τὰ προστεθέντα οὐκ ἀφείλατο, εἰδὼς ὅτι αὐτῶν μᾶλλόν ἐστι χρεία, ἀλλὰ μετὰ ὀβελῶν ἔνθα ἕκαστον τῶν εἰρημένων εὗρεν εἴασε, μόνον σημειωσάμενος διὰ τοῦ ὀβελοῦ τὴν περὶ τῆς τοῦ τόπου ἀναγνώσεως εἴδησιν. ∆ιὰ δὲ τῶν λιμνίσκων ὡσαύτως ἐδήλωσε τῶν παρά τισιν ἐκ τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν συναμφοτέρως εὑρεθεισῶν, ὡς ἐν σπάνει ὀλίγων λέξεων οὐκ ἀνομοίων οὐσῶν, ἀλλ' ὁμοίων μὲν καὶ τὴν αὐτὴν δύναμιν ἐχουσῶν, ὡς ἂν εἴποι τις ἀντὶ τοῦ «ἐλάλησεν» «ἐφθέγξατο», ἢ ἀντὶ τοῦ «ἦλθεν» «ἐλήλυθε». Καὶ ταῦτα μὲν περὶ τῶν τεσσάρων ἑρμηνειῶν σοι γεγράφαμεν. Περὶ δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως οὐκ ἔχω εἰπεῖν τίνες ἢ πόθεν ἑρμηνεύσαντες, ἢ μόνον ὅτι μετὰ τὸν διωγμὸν τοῦ βασιλέως Σευήρου εὑρέθη ἡ πέμπτη ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμένη ἐν χρόνοις Ἀντωνίνου τοῦ υἱοῦ Σευήρου τοῦ ἐπικληθέντος Καρακάλλου τε καὶ Γέτα. Καθ' ἑξῆς γὰρ ὁ τῶν ἀπὸ Ἀντωνίνου τοῦ Πίου, τοῦ εὐσεβοῦς ἑρμηνευομένου χρόνος τῶν βασιλευσάντων ταύτην ἔσχε τὴν διαδοχήν. Μετὰ Ἀντωνῖνον τὸν Πῖον βασιλεύει Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθʹ. Ἐλέγετο δὲ ὁ αὐτὸς Κόμοδος Λούκιος. Ἐν δὲ τῷ χρόνῳ τούτου, ὡς προεῖπον, Σύμμαχος ἐγνωρίζετο ὁ ἑρμηνευτής. Μετὰ τοῦτον Κόμοδος ἄλλος βασιλεύει ἔτη ιγʹ, περὶ οὗ χρόνον γνωρισθῆναι Θεοδοτίωνα εἴδομεν, τὸν ἐκ Μαρκιωνιστῶν Ἰουδαῖον γεγονότα καὶ τὴν τετάρτην ἑρμηνείαν ἑρμηνεύσαντα. Κόμοδον δὲ τοῦτον διαδέχεται Περτίναξ καὶ βασιλεύει μῆνας ἕξ. Τοῦτον διαδέχεται Σευῆρος καὶ βασιλεύει σὺν τῷ υἱῷ αὐτοῦ Ἀντωνίνῳ τῷ καὶ Γέτᾳ ἔτη ιηʹ. Τελευτήσαντος δὲ τοῦ Σευήρου διαδέχεται τὴν ἀρχὴν αὐτοῦ Ἀντωνῖνος Γέτας ὁ υἱὸς αὐτοῦ ὁ ἐπικληθεὶς Καράκαλλος καὶ ποιεῖ ἔτη ζʹ. Ἐν ταῖς ἡμέραις τούτου, ὡς προεῖπον, εὑρέθησαν αἱ βίβλοι τῆς πέμπτης ἐκδόσεως ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμέναι μετὰ ἄλλων βιβλίων ἑβραϊκῶν καὶ ἑλληνικῶν. Τὸν δὲ Καράκαλλον διαδέχεται Μακρῖνος καὶ βασιλεύει ἔτος ἕν. Τοῦτον διαδέχεται Ἀντωνῖνος ἕτερος, βασιλεύσας ἔτη δʹ. Μετὰ τοῦτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας παῖς, ἔτη ιγʹ. Ἐν μέσῳ τῶν χρόνων τούτων εὑρέθη ἕκτη ἔκδοσις καὶ αὐτὴ ἐν πίθοις κεκρυμμένη ἐν Νικοπόλει τῇ πρὸς Ἀκτίᾳ. Μετὰ τοῦτον βασιλεύει Μαξιμιανὸς ἔτη γʹ. Τοῦτον διαδέχεται Γορδιανὸς καὶ βασιλεύει ἔτη ἕξ. Μετὰ τοῦτον βασιλεύει Φίλιππος ἐπὶ ἔτεσιν ἑπτά. Τοῦτον διεδέξατο ∆έκιος καὶ ἐβασίλευσεν ἐνιαυτὸν ἕνα καὶ μῆνας γʹ. Ἐν τοῖς χρόνοις ∆εκίου Ὠριγένης ἐγνωρίζετο ἀπὸ χρόνων ∆εκίου ἀκμάσας ἕως χρόνων Γαλιήνου καὶ Οὐολουσιανοῦ καὶ ἐπέκεινα. Ἐπὶ δὲ τοῦ διωγμοῦ τοῦ προειρημένου ∆εκίου γεγονότος ἐμαρτύρησε Βαβύλας μὲν ἐν Ἀντιοχείᾳ, Φλαβιανὸς δὲ ἐπὶ Ῥώμης, Ἀλέξανδρος ἐπίσκοπος Ἱεροσολύμων ἐν Καισαρείᾳ. Καὶ αὐτὸςδὲ Ὠριγένης ὁ καὶ Ἀδαμάντιος κληθεὶς πολλὰ πεπονθὼς εἰς τέλος τοῦ μαρτυρίου οὐκ ἔφθασεν. Ἐλθὼν δὲ εἰς Καισάρειαν τὴν Στράτωνος καὶ διατρίψας εἰς Ἱεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον ἐπὶ ἔτη κηʹ, ὡς ὁ λόγος ἔχει, τὴν μὲν πολιτείαν ἐνησκεῖτο, τὰς δὲ γραφὰς ἡρμήνευσεν, ὅτε καὶ τὰ ἑξαπλᾶ καὶ τὰς δύο τῶν ἑβραϊκῶν σελίδας ἄντικρυ ἐκ παραλλήλου μιᾶς ἑρμηνείας πρὸς τὴν ἑτέραν συνέθηκεν ἑξαπλᾶ τὰς βίβλους ὀνομάσας, καθ' ἅπερ ἄνω διὰ πλάτους εἴρηται. Εὑρὼν δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους καθ' ὃν εἴπομεν τρόπον,