1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

μοδίων ἔχουσι· Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἥμισυ μοδίων αὐτὸν μετροῦσι. Σάτος καλεῖται ἐξ αὐτῆς τῆς ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον, ἐν δὲ τῇ ἑλληνίδι οὐδετέρως. Σάτον γὰρ λέγομεν καὶ οὐχὶ σάτος. Ἔστι δὲ μόδιος ὑπέργομος, ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, διὰ δὲ τοῦ ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. Κέκληται δὲ σάα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον λῆψις ἢ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν. Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον, οὐχ ἁπλῶς δέ, οὐδ' ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. Φημὶ δὲ ὁ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον. Εἴκοσι δύο γὰρ ἔργα, ὦ φιλοκαλώτατε, ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε. Τῇ πρώτῃ ἡμέρᾳ τοὺς οὐρανοὺς τοὺς ἀνωτέρους, τὴν γῆν, τὰ ὕδατα ἐξ ὧν ἐστι χιὼν καὶ κρύσταλλος καὶ χάλαζα καὶ παγετοὶ καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνος καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου καὶ ἔαρος καὶ θέρους καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς καὶ ἐν τῇ γῇ, τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτε ἐπάνω τῆς γῆς, ἐξ οὗ περ σκότος, ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. Ταῦτα τὰ ἑπτὰ μέγιστα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ. Ἐν τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων. Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὸ ἥμισυ αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος καὶ τὸ ἥμισυ αὐτῶν ἔμεινεν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Τοῦτο μόνον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. Τῇ τρίτῃ ἡμέρᾳ τὰς θαλάσσας, τοὺς ποταμούς, τὰς πηγὰς καὶ τὰς λίμνας, τὰ σπέρματα τοῦ σπόρου καὶ τὰ βλαστήματα, τὰ ξύλα κάρπιμά τε καὶ ἄκαρπα καὶ τοὺς δρυμούς. Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέρᾳ. Τῇ τετάρτῃ ἡμέρᾳ τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας.

Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ. Τῇ πέμπτῃ ἡμέρᾳ τὰ κήτη τὰ μεγάλα, τοὺς ἰχθύας καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινὰ τὰ πτερωτά. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πέμπτῃ ἡμέρᾳ. Τῇ ἕκτῃ ἡμέρᾳ τὰ θηρίᾳ, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς, τὸν ἄνθρωπον. Ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ. Καὶ ἐγένετο πάντα δύο καὶ εἴκοσι γένη ἐν ταῖς ϛʹ ἡμέραις. «Καὶ συνετέλεσε πάντα τὰ ἔργα αὐτοῦ ἐν τῇ ἕκτῃ ἡμέρᾳ», ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει καὶ ἐν πᾶσι. Καὶ ἀνεπαύσατο ὁ Θεὸς ἐκ πάντων τῶν ἔργων αὐτοῦ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καὶ ηὐλόγησεν αὐτὴν καὶ ἡγίασεν αὐτήν. Καὶ ἐδήλωσε δι' ἀγγέλου τῷ Μωϋσῇ ὅτι καὶ εἴκοσι δύο κεφαλαὶ ἀπὸ Ἀδὰμ μέχρι τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ λέγων «καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν». Αἱ δὲ κεφαλαί, αἵ εἰσι γενεαί, περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται: Ἀδάμ, Σήθ, Ἐνώς, Καϊνάν, Μαλελεήλ, Ἰάρεδ, Ἐνώχ, Μαθουσάλα, Λάμεχ, Νῶε, Σήμ, Ἀφραξάδ, Σάλα, Ἕβερ, Φαλέχ, Ῥαγαῦ τὸν γὰρ Καϊνάν ... τὸ βιβλίον τῶν ἀριθμῶν, Σερούχ, Ναχώρ, Θαρέ, Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ὁ καὶ Ἰσραήλ, ὁμοῦ εἴκοσι δύο γενεαι ∆ι' ὃ καὶ εἴκοσι δύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβραίοις γράμματα, ἅ ἐστι ταῦτα· ἄλεφ, βήθ, γιμηλ, δελεδ, η, ουαῦ, ζήθ, ἤθ, τήθ, ἰώθ, χάφ, λαμεδ, μήμ, νουν, σαμεχ, αϊν, φη, σαδη, κωφ, ρης, σιν, θαῦ. ∆ιόπερ καὶ