1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς ∆ιαθήκης ῥηταὶ καὶ παρ' αὐτοῖς τοῖς Ἑβραίοις εἴκοσι ἑπτὰ μὲν οὖσαι εἴκοσι δύο δὲ ἀριθμούμεναι ἐπειδήπερ καὶ πέντε τῶν στοιχείων παρ' αὐτοῖς διπλοῦνται τὸ χὰφ διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σάδι.

Οὕτως γὰρ αἱ βίβλοι ἀριθμοῦνται αʹ Βιρσήθ, ἣ καλεῖται Γένεσις κόσμου. Ἐλησιμώθ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου. Οὐαϊεκρά, ἣ ἑρμηνεύεται Λευιτικόν. Οὐαϊδαβήρ, ἥ ἐστιν Ἀριθμῶν. Ἐλλεδεβαρείμ, τὸ ∆ευτερονόμιον. ∆ιησοῦ, ἡ τοῦ Ἰησοῦτοῦ Ναυῆ. ∆ιώβ, ἡ τοῦ Ἰώβ. ∆εσωφτείμ, ἡ τῶν Κριτῶν. ∆ερούθ, ἡ τῆς Ῥούθ. Σφερτελείμ, τὸ Ψαλτήριον. ∆εβριιαμείν, ἡ πρώτη τῶν Παραλειπομένων. ∆εβριιαμείν, Παραλειπομένων δευτέρα. ∆εσαμουήλ, Βασιλειῶν πρώτη. ∆αδουδεσαμουήλ, Βασιλειῶν δευτέρα. ∆μαλαχείμ, Βασιλειῶν τρίτη. ∆μαλαχείμ, Βασιλειῶν τετάρτη. ∆μεθαλώθ, ἡ Παροιμιῶν. ∆εκωέλεθ, ὁ Ἐκκλησιαστής. Σιραθσιρείν, τὸ Ἆσμα τῶν Ἀσμάτων. ∆αθαριασαρά, τὸ ∆ωδεκαπρόφητον. ∆ησαΐου, τοῦ προφήτου Ἡσαΐου. ∆ιερεμίου, ἡ τοῦ Ἱερεμίου. ∆ιεζεκιήλ, ἡ τοῦ Ἰεζεκιήλ. ∆εδανιήλ, ἡ τοῦ ∆ανιήλ. ∆έσδρα, ἡ τοῦ Ἔσδρα πρώτη. ∆έσδρα, ἡ τοῦ Ἔσδρα δευτέρα. ∆εσθήρ, ἡ τῆς Ἐσθήρ. Αὗται δὲ αἱ εἴκοσι ἑπτὰ βίβλοι εἴκοσι δύο ἀριθμοῦνται κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων, ἐπειδήπερ καὶ πέντε στοιχεῖα διπλοῦνται, καθὼς ἄνω προείπομεν. Ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται Κινώθ, ἥτις ἑρμηνεύεται θρῆνοι Ἱερεμίου. Αὕτη δὲ τῷ Ἱερεμίᾳ συνάπτεται, ἥτις ἐστὶ περισσὴ τοῦ ἀριθμοῦ καὶ τῷ Ἱερεμίᾳ συναπτομένη. Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις, οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιΐας, καὶ ἐν ταῖς εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραὴλ καὶ ἐν τοῖς εἴκοσι δύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ καὶ ἐν ταῖς εἴκοσι δύο βίβλοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν ἐγέννησαν εἴκοσι δύο ξεστῶν, ὃ καλεῖται παρ' Ἑβραίοις μόδη, παρ' Ἕλλησι δὲ μόδια, διὰ τὴν τρανότητα. Παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν. Ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. Πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. Καὶ κατ' ἄλλας δὲ ἑρμηνείας διαφόρως καλεῖται. Καλεῖται δὲ καὶ γνώμων, ὅ ἐστι μέτρον. Καλεῖται ὁμολογία καὶ ὁμολόγημα καὶ ὁμόλογος. Τῷ δὲ ἀριθμῷ τῶν κβʹ ἔργων τοῦ Θεοῦ τῶν ἀπ' ἀρχῆς καὶ τῶν κβʹ γενεῶν ἕως τοῦ Ἰακὼβ καὶ τῶν κβʹ βιβλίων ἕως τῆς Ἐσθὴρ καὶ διὰ τῆς τῶν κβʹ γραμμάτων ὑποθέσεως, ἐξ ὧν ὁ νόμος τοῦ Θεοῦ ἡμῶν παρέστη καὶ Θεοῦ διδασκαλία ἡμῖν προτετύπωται, τοῦτο δηλοῦται, ὅτι ἐκ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ μυστηρίων Ἰησοῦς ὁ Χριστὸς ἡμῖν ἐρχόμενος ἐμαρτυρήθη καὶ ἀπεκαλύφθη, ὃς ἐλθὼν ἐν τῷ εὐαγγελίῳ ἐπλήρωσεν ἡμῖν τὸ μέτρον τῆς ζωῆς διὰ τοῦ μοδίου, τοῦτ' ἐστὶ τῆς ὁμολογίας, παντὶ τῷ εἰς αὐτὸν ὁμολογήσαντι καὶ τὴν ζωὴν παρ' αὐτοῦ κομισαμένῳ. ∆ι' ὃ τὸ μέτρον τὸ ἅγιον Ἑβραῖοι λέγουσιν ὅτι ἐστὶ κβʹ ξεστῶν κατὰ τοὺς προειρημένους ἀριθμοὺς τοὺς διαφόρως εἰρημένους. Πολλοὶ γὰρ τῶν ἄλλων ἐθνῶν ἢ προσέθεντο ἢ ἀφείλοντο ἀπὸ τοῦ μέτρου τούτου, τοῦ ἀκριβῶς παρ' Ἑβραίοις ἀριθμηθέντος. Ἀλλὰ καὶ παρὰ Ῥωμαίοις συμβέβηκεν ὁμοιοκαταλήπτως μοδίουμ μέτρον καλεῖσθαι, ὥσπερ παρ' Ἑβραίοις τὸ ἄλεφ τῷ παιδίῳ τὸ μανθάνειν παραινεῖ, καὶ παρ' Ἕλλησι τὸ ἀλφεῖν ζητεῖν συμβέβηκε καλεῖσθαι· ὅθεν δῆλον ὅτι καὶ τὸ ἄλφα ἐξ ἑβραΐδος παρηνέχθη εἰς τὴν ἑλληνίδα. Τὸ γοῦν μόδιον ὡς ἐκ τῆς ἑβραΐδος ηὑρέθη, ὁμολογεῖν λεχθέν, ὡς πολλάκις εἶπον, διὰ τῆς χρήσεως ἑρμηνεύεται. Εἰ μὴ γὰρ αὐτὸν πληρεστάτως γεμίσειέ τις, οὐχ ὁμολογεῖ ὅτι πεπλήρωμαι, πλήσας δὲ τὸ μέτρον καὶ ῥιτλιάσας ἀπετέλεσε μόδιον,