1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

τουτέστι πλήσας τὸ μέτρον ὁμολογεῖ ὅτι πεπλήρωμαι. Μετενεχθὲν δὲ τὸ ὄνομα εἰς ἑλληνίδα, ὡς ἔφην, ἀπὸ τοῦ μόδι ; μόδιος κέκληται διὰ τὴν τρανότητα. Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστὶν ἤγουν τὸ τέταρτον μοδίου. Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. Ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. ∆ρὰξ ἀλεύρου· τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον. Ἀρτάβη, τοῦτο τὸ μέτρον παρ' Αἰγυπτίοις ἐκλήθη. Ἔστι δὲ οβʹ ξεστῶν. Ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη· ἑβδομήκοντα δύο γὰρ ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν· ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν. Τὸ δ' αὐτὸ καὶ ὁ μετρητὴς τὸ μέτρον ἔχει τῶν οβʹ ξεστῶν κατὰ τὸ μέτρον τὸ ἅγιον. Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν τριῶν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. Ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τοῦτ' ἔστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξεστῶν καὶ πέμπτον. Ἐν δὲ τῷ αὐτῷ μοδίῳ τοῦ γόμορ τρία μέτρα πάλιν ὑπάρχει, ἃ ἐγένοντο ἀπὸ ξεστῶν βʹ καὶ γʹ. Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἐν τοῖς καινοῖς ἀποτιθέναι τοὺς χονδρίτας. Ἔστι δὲ εἶδος σίτου εἰς δύο τεμνομένου. Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ, ὃ ποιεῖ ὑγρὰ σάτα γʹ. Τὸ γὰρ ὑγρὸν σάτον νϛʹ ξεστῶν ὑπάρχει. Ἀλάβαστρον μύρου, βικίον μὲν ὑέλινόν ἐστιν χωροῦν λίτραν ἐλαίου. Τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. Ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον, ἁλὶ ἀπεικαζόμενον. Καμψάκης ὕδατος δώδεκα μὲν ξεστῶν ἐστὶ τὸ μέτρον. Ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς ὁ καὶ αὐτὸς καμψάκης ἦν τεσσάρων ξεστῶν τὸ μέτρον. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι. Κύαθός ἐστιν ἕκτον ξέστου. Μεδεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ Γραφή. Τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἰθμοὺς καλοῦμεν. Τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότερα κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι. Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν, ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ. Ἀπόρρυμα παρὰ μόνοις Θηβαίοις μετρεῖται. Ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. Ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ. Σαβιθά. Τοῦτον συριατικόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα, παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ. Ἴν. Τὸ ἲν μέγα ξεστῶν ἐστὶ ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. Χοῦς ἐστὶ ξεστῶν ηʹ. Τὸ δὲ καλούμενον ἅγιον ξεστῶν ἕξ, ὅ ἐστι δωδέκατον μετρητοῦ. Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον, κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει. Ἑξακισχίλια λεπτὰ τοῦ ταλάντου, ἃ λεπτὰ καλεῖται ἀσσάρια. Ἑξήκοντα δὲ ἀσσάρια ὑπάρχει τὸ δηνάριον. Ἑκατὸν δὲ δηνάρια ὑπῆρχεν ὁ ἀργυροῦς, ἀπ' ἀρχῆς δὲ ἐτυπώθη ἀργυροῦς τὸ νόμισμα. Ἐκ δὲ τῶν ἀσσαρίων ἀπ' ἀρχῆς τοῦτο ἐφοίτησε. Φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι. Τοῦ δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν πέμπτον λίτρα μία. Ἡ δὲ λίτρα ιβʹ οὐγγιῶν ὑπάρχει. Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο. Ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν οὐγγίας, ἔχων δύο δίδραγμα. Καλεῖται δὲ καὶ ὁ κοδράνης τὸ σίκλον. Τὸ δὲ σίκλον τὸ τέταρτον μὲν ἦν τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. Ὄγδοον γὰρ τῆς οὐγγίας ἦν ἡ δραγμή. Ἐκαλεῖτο δὲ καὶ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ. Φημὶ δὲ ὡς καὶ τῷ σίκλῳ τὴν τρίχα τοῦ Ἀβεσαλὼμ ἐστάθμιζον κατὰ τὸν καιρόν, ὃν ἐκουρεύετο, ὁλκὴν ἐχούσης ρκεʹ σίκλων, ὃ ἐστὶ λαʹ οὐγγίας καὶ σίκλου ἑνός, ὡς δύο ἥμισυ λιτρῶν καὶ σίκλου ἑνός. Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργύροις ἐτυποῦτο. Ὄγδοον δὲ ἦν καὶ οὗτος τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλ' ἀπὸ σιδήρου. Ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ ἦν τῆς οὐγγίας. Λέγει γὰρ ἐν τῷ Λευιτικῷ «τὸ δὲ