1

 2

 3

 4

 5

5

μόνος ὁ σὸς ἀκοίμητος ὀφθαλμός· ὧν τὴν ἀνάγκην σὺ, ∆έσποτα, γινώσκεις, καὶ ἄλλος οὐδεὶς *** εἰς αἰῶνα· λοιπὸν δι' ὧν χωρισθέντες, τῆς οἰκουμένης τέλος μακρυνθέντες, τῶν ἐκκλησιῶν λοιπὸν ἐπιλησθέντες, τῶν ἑορτῶν τὴν ἡμέραν ἀγνοοῦντες. Ἐκείνοις μικρὸν ἔλεος ποίησον, ∆έσποτα· οὐ γὰρ αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδεύσας ἐκείνους· φθάσον τά ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοί ποτε ποίμνη σου, καὶ αὐτοί ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώματος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι. ∆ιὸ δὴ, ∆έσποτα, ἐπίβλεψον ἐπ' αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρμοῖς σου. Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάῤῥυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον τὴν σὴν εὐσπλαγχνίαν. Εἰ γὰρ καὶ δικαίως ἐπαίδευσας, ἀλλ' ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον· παρέδωκας, λύτρωσαι. Εἰ καὶ πολλάκις ἡμάρτομεν, ἀλλ' ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ δεήσει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὁ παῖς τῆς γῆς ἀβάτοις τόποις ἡμῶν ἀδελφοῖς σου Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Εἰ γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ' ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ' ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινὸν τὸ ἐκείνων τραῦμα, πικρὰ ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν καταφθορὰ, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων τραγῳδία, ∆έσποτα. Μὴ ἀφήσῃς ἕως ἔξω, ἀλλὰ μετὰ 43.477 τῆς παιδείας δεῖξον καὶ τὴν σὴν φιλανθρωπίαν, ἵνα μὴ εἰς τέλος οἱ Ἰουδαῖοι καυχήσωνται, ἵνα μὴ τὰ ἔθνη περὶ ἡμῶν εἴπωσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; Ποῦ ἔστιν ὁ Χριστὸς αὐτῶν; Ποῦ ἔστιν ὁ σταυρὸς αὐτῶν; Ποῦ ἔστιν ἡ ἐλπὶς αὐτῶν; Ποῦ ἡ πίστις τῶν Χριστιανῶν; Ἵνα μὴ ταῦτα εἴπωσι, ταχὺ τὰ ἐλέη σου εἰς ἡμᾶς θεωρήσουσι· Ταχὺ προσκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὅτι ἐταπεινώθημεν σφόδρα, ὅτι ὠλιγώθημεν σφόδρα. Λοιπὸν εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· δυσωπήσει σε τὰ δάκρυα τῶν ἀκάκων νηπίων, τῶν κατασφαζομένων· ἱκετεύσει σε ὀδυρμὸς μητέρων τῶν ἀτεκνουμένων. Ταῦτα λέγοντες δεόμεθα, οὐ μαχόμεθα, ∆έσποτα· δεόμεθα, ἀλλ' οὐ πρὸς σὲ δικαζόμεθα. ∆εόμεθα, ὅτι ὑπὸ ἀνόμων ὀνειδιζόμεθα, ὅτι ἐξ Ἑλλήνων καταπονούμεθα· οὐ μαχόμεθα, ἀλλὰ ἐξομολογούμεθα. Κλαίομεν, ὅτι καὶ οἱ λοιποὶ κινδυνεύουσιν. Εἰ γὰρ καὶ ἁμαρτωλοὶ, ἀλλ' ὅμως Χριστιανοὶ τυγχάνομεν· εἰ καὶ ταπεινοὶ, ἀλλ' ὅμως τῆς πίστεώς σου λαός· εἰ καὶ ἀνάξιοι φιλανθρωπίας, ἀλλ' ὅμως πρόβατα τῆς σῆς Ἐκκλησίας ἐσμὲν ἐν ἑνὶ συνηθροισμένοι. Ταύτην σοι τὴν ἱκεσίαν οἱ πτωχοὶ ὑπὲρ πλήθους λαοῦ αἰχμαλωσίας, ἐν τῇ σῇ τριημέρῳ ἀναστάσει προσάγομεν ἱερεῖς καὶ λαοὶ, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, νήπια μετὰ μητέρων, πᾶσα ψυχὴ τῶν πιστευόντων εἰς σέ· οὓς λύτρωσαι πάντας πάσης τῆς ἐπικειμένης ἀπειλῆς, καὶ τῆς σῆς βασιλείας ἀξίους ποίησον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ ∆εσπότου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.