1

 2

 3

 4

2

σταυρὸν ἔρχεται. Ἀλλὰ τῇ Μαρίᾳ μὲν τετραήμερον νεκρόν· τῇ δὲ Ἐκκλησίᾳ τριήμερον ἑαυτὸν χαρίζεται ὁ Χριστός. Ἐκεῖ Βηθανία μόνη θαυμάζει, ἐνταῦθα δὲ πᾶσα Ἐκκλησία ἑορτάζει. Ἑορτάζει ἑορτῶν ἑορτὰς, τὸν βασιλέα τῶν ἀσωμάτων ἐν αὐτῇ ἐν μέσῳ ὡς νυμφίον ἔχουσα ὁμοῦ τε καὶ βασιλέα· ἑορτάζει ἑορτὰς, ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀφυλλοῤῥόως πυκάζουσα· ἑορτάζει ἑορτὰς, ὡς κρίνον ἐαρινὸν παραδείσου ὑπάρχουσα ἐν ᾗ Χριστὸς, τὸ ὄντως εὐθαλὲς κρίνον, τὸ μὴ 43.432 κρῖνον, ἀλλὰ σῶζον τὸν κόσμον. Ἐν ᾗ Χριστὸς, τὸ ἴον τὸ ὄντως ἰώμενον τὰ πάθη τῶν νοσούντων· ἐν ᾗ ὁ ἀμπελὼν, ὁ λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ἐν ᾗ ὁ ἐλαιὼν, ὁ ὄντως ἐλεῶν τοὺς ἐλπίζοντας ἐπ' αὐτόν· ἐν ᾗ ὁ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε κλάδος ὁ προαιώνιος, ἀγεωργήτως καὶ ἀνορύκτως τῆς ἀνθρωπίνης σπορᾶς· ἐν ᾗ ἡ πηγὴ ἡ ἀένναος· ἐν ᾗ οὐ Φυσὼν, Γεὼν, Τίγρις, Εὐφράτης, ἀλλὰ Ματθαῖος, Μάρκος, Λουκᾶς, καὶ Ἰωάννης, οἱ τοῦ Χριστοῦ τῆς Ἐκκλησίας ποτίζοντες παράδεισον.

Ἔνθα πᾶσα σήμερον νεολαία, ὡς ἐλαία κατάκαρπος τὰς ἐλαίας κατέχοντες, τὸν ἐλεήμονα αἰτοῦμεν Χριστόν· πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐαρινῶς ἐξανθοῦντες, ἑορτάζομεν ἑορτὴν, τὸν χειμῶνα τὸν νομικὸν ὑποχωρήσαντα βλέποντες. Ἑόρταζε, Χριστοῦ Ἐκκλησία, οὐ τυπικῶς, οὐ σωματικῶς, ἀλλὰ πνευματικῶς ἐγχορεύουσα. Ἑόρταζε ἑορτὰς, τὴν τῶν εἰδώλων κατάπτωσιν βλέπουσα, καὶ τῶν ἐκκλησιῶν τὴν ἀνάστασιν ἔχουσα. Μετὰ γὰρ Παύλου βοῶ σοι τῆς ἱερᾶς καὶ μεγάλης φωνῆς· Τὰ ἀρχαῖα παρῆλθον· ἰδοὺ γέγονε τὰ πάντα καινά· ἀλλὰ μὴν καὶ παράδοξα. ∆ιὸ χαίρετε ἐν Κυρίῳ, Χριστοῦ νεολαία, χαίρετε· χαίροις Χριστοῦ Ἐκκλησία, τέρπου καὶ εὐφραίνου, θύγατερ Θεοῦ. Σοῦ γὰρ πᾶσα ἡ δόξα, ὡς θυγατρὸς τοῦ βασιλέως Χριστοῦ ἔσωθεν ὁμοῦ τε καὶ ἔξωθεν· οὐκέτι χήρανδρος, ἀλλὰ θέανδρος ἐξανθοῦσα· οὐκέτι ἐξ εὐωνύμων Θεοῦ διὰ τὴν εἰδωλολατρείαν, ἀλλ' ἐκ δεξιῶν παρισταμένη, καὶ κεκοσμημένη διὰ τὴν θεογνωσίαν· οὐκέτι αἵματι δουλικῷ φυρωμένη, ἀλλὰ αἵματι θεϊκῷ σφραγιζομένη· οὐκέτι τὸν Ὠβὴλ, ἀλλὰ τὸν Ἐμμανουὴλ σέβουσα· οὐκέτι τὴν Τρωάδα, ἀλλὰ τὴν Τριάδα δοξάζουσα· οὐκέτι τιμῶσα τὸν Πλάτωνα, ἀλλὰ τὸν παντοκράτορα Θεὸν ἡμῶν· οὐκέτι Ἡρακλῆ τὸν ἀλεξίκακον, ἀλλὰ τὸν Παράκλητον καὶ πάντων ποιητήν. Οὐκέτι προσκυνεῖς Ἀριστοτέλην σοφίσαντα, ἀλλὰ Θεὸν τὸν εἰς τέλη τῶν αἰώνων σε σώσαντα. Πέπτωκε Κρόνος, ὅτι σεσάρκωται Θεὸς Λόγος· οὐ μὴν ἀνδρὸς ἐκ παθείας, ἀλλὰ θεανδρικῶς ἐκ Μαρίας ἐπιφανείς. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν· ὁρᾶτε τῆς ἑορτῆς τὴν λαμπρότητα. Χαίρου τοίνυν καὶ εὐφραίνου, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· Ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τά ποτε διεσκορπισμένα τῶν ἐθνῶν τέκνα σου. Ἴδε τῆς ἑορτῆς τὴν εὐφημίαν· ἴδε τοῦ λαοῦ τὴν συμφωνίαν, ἴδε πᾶσαν γλῶσσαν εἰς μίαν δόξαν, ἴδε ἅπαν στόμα ὡς ἓν στόμα, ἴδε τὰ πρὶν θήρεθνα ἐν σοὶ τυγχάνοντα πρόβατα, ἴδε ἐθνῶν ἑορταζόντων ἐπιφήμισμα, ἀγγελικῶν ἀσωμάτων ὑπάρχον τὸ μίμημα, 43.433 ἴδε συμφωνίαν, ἀσωμάτων χοροστασίαν, ἴδε στάσεις ὡς ἀγγέλων τάξεις. Ὁρῶ τοὺς ὕμνους ὡς ἀγγέλων ὕμνους, ὁρῶ τοὺς παῖδας ὡς νεοφύτους ἄρνας, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Χριστῷ λέγοντας, μεθ' ὧν κροτήσασα μέγα τῇ χειρὶ βόησον λαμπρᾷ καὶ λεοντιαίᾳ τῇ φωνῇ, ἐφεόρτιά τε ὁμοῦ καὶ εὐχαριστήρια λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς, τῇ ποτε ἀτέκνῳ καὶ ἀγνώστῳ στείρᾳ· εὐλογημένος ὁ ἐλθὼν, ἀλλὰ μὴν ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁ ἐρχόμενος, ὁ μηδαμοῦ χωρούμενος· ἐρχόμενος, ὁ μηδαμοῦ κρατούμενος· εὐλογημένος ὁ ἐρχόμενος, καὶ τῶν οὐρανῶν μὴ χωριζόμενος· εὐλογημένος αὐτοπρεπῶς, καὶ πάλιν ἐρχόμενος θεοπρεπῶς· εὐλογημένος ὁ ἐπ' ἐμὲ ἐπὶ πώλου τυπικῶς παραγενόμενος ὡς ἐπὶ πώλου χερουβικοῦ.