1

 2

 3

 4

3

Τί γάρ φησιν ὁ ἱεροκῆρυξ εὐαγγελιστὴς τῆς ἑορτῆς, ἄκουσον· Ἐγένετο ὅτε ἤγγιζεν ὁ Κύριος εἰς Βηθφαγὴ, καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο ἐκ τῶν μαθητῶν αὐτοῦ, λέγων· Ὑπάγετε εἰς τὴν ἀπέναντι κώμην, καὶ ἐν τῷ εἰσελθεῖν ὑμᾶς εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐποίησαν οἱ μαθηταὶ καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐπὶ τὴν πῶλον, καὶ ἐκάθισεν ὁ Ἰησοῦς. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς τὴν κατάβασιν τοῦ ὄρους, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν ἔλαβον βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Ἰησοῦ. Καὶ οἱ προάγοντες, καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννὰ τῷ υἱῷ ∆αβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὕτη τῆς παρούσης ἑορτῆς ἡ ∆εσποτικὴ παρουσία· αὕτη τοῦ Βασιλέως τῶν βασιλευόντων ἡ ἐν Σιὼν πάλαι καὶ νῦν ἐπιδημία· αὕτη τῆς παρούσης ἡμέρας ἡ λαμπρὰ καὶ πάνδημος τοῦ ποιητοῦ τῶν ἁπάντων ἔλευσις.

∆ιὸ νῦν, ἀδελφοὶ, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν, ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, ὅ τε ὁρατὸς κόσμος καὶ ὁ ἀόρατος, καὶ οἱ προάγοντες χρόνῳ προφῆται, καὶ διδάσκαλοι, καὶ οἱ ἀκολουθοῦντες τῷ πώλῳ, οἱ Θεῷ πίστει συμφωνοῦντες. Σήμερον τὰ οὐράνια σὺν τοῖς ἐπιγείοις ὁμοῦ τε καὶ καταχθονίοις ἀνυμνείτω· πᾶν στόμα καὶ πνεῦμα πρὸς αἶνον Θεοῦ ἀνοιγόμενον. Τὰ χερουβὶμ, βοήσατε, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, ὁ τρισάγιος, σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· σεραφὶμ, ὑμνήσατε· προφῆται, κηρύξατε. Καὶ ὁ μὲν λεγέτω· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ δὲ, Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ· καὶ ἄλλος τῷ βασιλεῖ Χριστῷ ἀτενίζων βοάτω· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἕτερος περὶ αὐτοῦ τοῦ Κυρίου κηρυξάτω· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐ43.436 τόν· καὶ ἄλλος· Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ∆αβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· καὶ πάλιν ἄλλος τὸ γόνυ κλίνων βοάτω Χριστῷ· Πᾶσα ἡ γῆ προσκυνησάτω σοι· καὶ ἕτερος τοῖς λαοῖς ἐπιτρέπῃ, λέγων· Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ ∆εσπότου μετὰ τοῦ πώλου ἐπιδημία· πάνδημος συμφωνία, οἱ χοροὶ τῶν πατέρων, οἱ δῆμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βαΐα κατεῖχον, οἱ δὲ ὄπισθεν ἤρχοντο, ἄλλοι τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον, οἱ δὲ χιτῶνας ἐστρώννυον, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαιρον, ἄλλοι πῶλον εὐτρέπιζον, ἄλλοι νίκην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι νηπίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον· οἱ παῖδες ἀπεκρίναντο, Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς! παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι· θηλάζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ παῖδες, Ὡσαννὰ, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρωθήτω, κράζουσιν· οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται· οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται· οὗτοι κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι· νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι, καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν· παῖδες αἶνον προσάγουσιν, οὗτοι ὄξος προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμὴν, οὗτοι δὲ τὴν χολήν· παῖδες βαΐα σείουσιν, οὗτοι δὲ ῥομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν, οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν.

Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης γεννηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυρίῳ αὐτῶν, μόνον δὲ Ἰσραὴλ οὐκ ἔγνω Χριστὸν τὸν Θεὸν