21
ποιοῦσι, τὴν δὲ Σκηνοπηγίαν αὐτῶν ἐπιτελοῦσιν ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. οὐ μὴν ἐπείσθησαν τοῖς Σεβουαίοις. Κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ˉγ, τῆς δὲ ἀκολουθίας ˉιˉβ. Γοροθηνοί τε καὶ οἱ ἄλλοι. Ἐσσηνοὶ δὲ ἐγγὺς τῶν ἄλλων γινόμενοι τὰ ἴσα ἐκείνοις πράττουσι· μόνοι δὲ Γοροθηνοὶ καὶ ∆οσίθεοι τὴν φιλονεικίαν εἰσὶ πρὸς Σεβουαίους κεκτημένοι. καὶ ποιοῦσιν αὐτοὶ τὰς ἑορτάς, φημὶ δὲ Γοροθηνοὶ καὶ ∆οσίθεοι, ὅταν οἱ Ἰουδαῖοι ἐπιτελῶσι, τῶν τε Ἀζύμων καὶ Πάσχων, Πεντηκοστῆς τε καὶ Σκηνοπηγιῶν καὶ νηστείας τῆς παρ' αὐτοῖς νομιτευομένης ἡμέραν μίαν. οἱ δὲ ἄλλοι οὐχ οὕτως ποιοῦσιν, ἀλλὰ ἰδιαζόντως ἐν μησὶν οἷς προείπαμεν. Κατὰ ∆οσιθέων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως ˉδ, τῆς δὲ ἀκολουθίας ˉιˉγ. ∆οσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τρόπους. ἀνάστασιν γὰρ ὁμολογοῦσι καὶ πολιτεῖαι παρ' αὐτοῖς εἰσιν· ἐμψύχων 1.206 ἀπέχονται, ἀλλὰ καί τινες αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμου μετὰ τὸ † βιῶσαι, ἄλλοι δὲ καὶ παρθενεύουσιν· ὡσαύτως τε περιτομὴν καὶ σάββατον καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι πάντα ἄνθρωπον ὁμοίως ἔχουσι. νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ ἐξασκεῖσθαι εἰσάγει ὁ λόγος. ἡ δὲ πρόφασις τοῦ τὸν ∆οσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ τῇ κατὰ τὸν νόμον προήκων δευτερώσεσί τε ταῖς παρ' αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινεν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο. ἐν σπηλαίῳ δέ που ἀναχωρῶν δι' ὑπερβολὴν ἐθελοσοφίας, ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ. μετὰ ἡμέρας δὲ τινὰς ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ σῶμα ὀδωδὸς ἐξέρψαν τε σκώληκας καὶ νέφος μυιῶν ἐπ' αὐτὸ ἐσμηνευκέναι. οὗτος τοίνυν οὕτως ματαίως τὸν ἑαυτοῦ βίον καταστρέψας αἴτιος γέγονεν αὐτοῖς τῆς αἱρέσεως, ἐξ οὗπερ οἱ αὐτὸν μιμούμενοι ∆οσίθεοι εἴτουν ∆οσιθηνοὶ καλοῦνται. Καὶ αὗται μὲν αἱ ἐλθοῦσαι εἰς ἡμῶν τὴν γνῶσιν περὶ τῶν προειρημένων τεσσάρων αἱρέσεων διαφοραί, αἵτινες ἀνατραπήσονται 1.207 διὰ τῶν κατ' αὐτῶν εἰρημένων. ἐπάνειμι δὲ αὖθις τὰς κατὰ διαδοχὴν τῶν χρόνων παρενδύσεις καὶ τῆς πλάνης τὰ βοσκήματα συνείρων καὶ ποιούμενος τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, ἐν τῷ τὰ σχέτλια αὐτῶν ἀποκαλύπτειν ἐπιτηδεύματα καὶ διὰ συντόμου λόγου ποιεῖσθαι τὸν ἔλεγχον τῆς τῶν κακῶν καὶ ὀλετηρίων ἑρπετῶν ἰοβολίας. Πεπλήρωνται αἱ τῶν Σαμαρειτῶν αἱρέσεις ˉδ. Ἰουδαϊσμὸς λοιπόν. ὁ δὲ Ἰουδαϊσμὸς ἐμερίσθη εἰς αἱρέσεις ἑπτά· Κατὰ Σαδδουκαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉα, τῆς δὲ ἀκολουθίας ˉιˉδ. 1. Αἱρέσεις πάλιν μετὰ ταύτας τὰς προειρημένας τῶν Σαμαρειτῶν καὶ τὰς ἄνω που τῶν Ἑλλήνων προδηλωθείσας γεγόνασιν ἑπτὰ τὸν ἀριθμὸν παρὰ Ἰουδαίοις πρὸς τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας ἐν τῇ Ἰουδαίᾳ τε καὶ Ἱεροσολύμοις. 2. Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ ∆οσιθέου τοῦ προλελεγμένου. ἐπονομάζουσι δὲ οὗτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν ἀπὸ δικαιοσύνης τῆς ἐπικλήσεως ὁρμωμένης· Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. ἦν δὲ καὶ Σαδδούκ τις τοὔνομα κατὰ τὸ παλαιὸν τῶν ἱερέων. ἀλλ' οὐκ ἐνέμειναν οὗτοι ἐν τῇ τοῦ ἐπιστάτου αὐτῶν 1.208 διδασκαλίᾳ. ἠθέτησαν μὲν γὰρ οὗτοι νεκρῶν τὴν ἀνάστασιν, ὅμοια Σαμαρείταις φρονοῦντες· οὐ παραδέχονται δὲ ἀγγέλους, ὅπερ Σαμαρεῖται οὐκ ἀθετοῦσι· πνεῦμα δὲ ἅγιον οὐκ ἴσασιν, οὐ γάρ εἰσι τούτου ἠξιωμένοι· τὰ πάντα δὲ ἴσα Σαμαρείταις φυλάττουσιν. οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλὰ Ἰουδαῖοι. ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον τά τε ἄλλα πάντα Ἰουδαίοις συνέπραττον. 3. καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ κυρίου φωνῆς, ἣν αὐτοὶ