27
ἐπὶ τῆς αἰχμαλωσίας προσκυνήσαντα τὴν Ἄρτεμιν ἐν Σούσοις διαπεφευγέναι ὄλεθρον θανάτου ἐπὶ ∆αρείου τοῦ βασιλέως· ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια. Οὗτος μὲν οὖν ὡς ἄνω εἴρηται συνῆπται τῇ προειρημένῃ αἱρέσει τῇ τῶν Ὀσσαίων καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ Ναβατίτιδι γῇ τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι· ὅπερ γένος νυνὶ Σαμψαίων καλεῖται. φαντάζονται δὲ δῆθεν καλεῖν τοῦτον δύναμιν ἀποκεκαλυμμένην, διὰ τὸ ἢλ καλεῖσθαι δύναμιν, ξαῒ δὲ κεκαλυμμένον. ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος φρύαγμα καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ κατανοεῖν τε καὶ ἀκριβοῦν *. ἔτι γὰρ καὶ δεῦρο ἐπὶ τῶν ἡμερῶν Κωνσταντίου τε καὶ τῶν νῦν βασιλέων *. ἕως μὲν γὰρ Κωνσταντίου ἐκ τοῦ γένους αὐτοῦ τοῦ Ἠλξαῒ Μαρθοῦς τις καὶ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἠλξαῒ ὑπῆρχον. τέθνηκεν δὲ ἡ Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου, Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν. ὧν καὶ τὰ πτύσματα καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ ἐν ἐκείνῃ τῇ χώρᾳ, δῆθεν πρὸς ἀλέξησιν νοσημάτων. οὐ μὴν ἐνήργουν· ἀλλὰ τὸ πεπλανημένον σοβαρὸν ἀεὶ καὶ πρὸς ἀπάτην ἕτοιμον· τυφλὸν γὰρ ἡ κακία καὶ ἀσύνετον ἡ πλάνη. 3. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο, πρῶτον μὲν διδάσκων ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν, βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας 1.220 μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν πάθος καὶ μὴ δυνάμενον διορθωθῆναι. εἰ γὰρ τὸ στόμα τὸ ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἆρά γέ τις αὐτοῖς ἂν πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι «καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι ὁμολογεῖ, λέγων ὅτι Χριστὸς ὁ μέγας βασιλεύς· οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο· οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων ἢ προσδοκῶν. κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ. καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν. ἀναθεματίζει μὲν γὰρ θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας καὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἦν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, ὁ ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ ἄλλα καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον, τὸ δὲ ὕδωρ 1.221 εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων· «τέκνα, μὴ πρὸς τὸ εἶδος τοῦ πυρὸς πορεύεσθε, ὅτι πλανᾶσθε· πλάνη γάρ ἐστι τὸ τοιοῦτον. ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν ἀπὸ πόρρωθεν· μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν φωνὴν τοῦ ὕδατος.» καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα. 4. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὗ καὶ τὰ μέτρα σημαίνει,