41
μυθολογήματα· ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος, ἐκ δὲ τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως ∆ύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς ∆υνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι. ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὑπ' αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους. καὶ οἱ ἐξ αὐτῶν γενόμενοι τρίτον αὖθις πεποιήκασιν οὐρανὸν καὶ οὕτως οἱ καθ' ἕνα οὐρανὸν εἰσαῦθις ἕτερον καὶ ἑτέρους κατασκευάζοντες ἄχρι τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν ἐληλάκασι τὸν ἀριθμὸν ἀπὸ τοῦ ἀνωτάτου ἕως τούτου τοῦ καθ' ἡμᾶς οὐρανοῦ. 1.258 2. Ἀφραινόντων δ' ἂν εἴη τοῦτο τὸ ἐπαγωγὸν πιστεύειν τῇ μανιώδει αὐτοῦ φλυαρίᾳ, συνετοῖς δὲ εὐθυέλεγκτος καὶ ληρώδης ὁ τούτου λόγος καὶ ἡ γνώμη, πῶς εἰς ὑπερβάλλουσαν καὶ ἄπειρον κακοτροπίαν ἐξετόπισε τὴν ἑαυτοῦ γνώμην. ὁρίζει γὰρ ὡς κατὰ ποιητικόν τινα ἐνθουσιασμὸν ἐμβροντηθὲν τὸ ἐλεεινὸν ἀνθρωπάριον ὀνόματα ἑκάστῳ ἄρχοντι τῶν οὐρανῶν ἐκτιθέμενον πρὸς τὸ διὰ τῶν ὀνομάτων ὧν ποιητεύεται παρὰ τῶν μὴ τὸν νοῦν ἐρρωμένον ἐχόντων πιστεύεσθαι εἰς ὄλεθρον τῆς τῶν ἠπατημένων ψυχῆς. οὐ μὴν δὲ ἀλλὰ καὶ μαγγανικαῖς μηχανίαις προσανέχων οὐκ ἐπαύσατο καὶ περιεργίαις ὁ ἀπατεών. ὕστερον δέ φησιν ὑπὸ τῶν ἐν τούτῳ τῷ καθ' ἡμᾶς οὐρανῷ ἀγγέλων καὶ τῆς ἐν αὐτῷ δυνάμεως τὴν κτίσιν ταύτην γεγενῆσθαι· ἐξ ὧν ἀγγέλων ἕνα λέγει τὸν θεόν, ὃν διελὼν τῶν Ἰουδαίων μόνον ἔφη εἶναι, ἕνα τοῦτον καὶ συναρίθμιον ἀγγέλοις τοῖς ὑπ' αὐτοῦ κατὰ μιμολογίαν ὀνοματοποιουμένοις τάσσων, καὶ ἐξ αὐτοῦ πεπλάσθαι τὸν ἄνθρωπον. καὶ τούτους ἅμα αὐτῷ μεμερικέναι τὸν 1.259 κόσμον κατὰ διαίρεσιν κλήρων τῷ πλήθει τῶν ἀγγέλων, τούτῳ δὲ λελογχέναι τὸ γένος τῶν Ἰουδαίων τῷ προειρημένῳ θεῷ τῶν Ἰουδαίων· βλασφημῶν δὲ τὸν αὐτὸν παντοκράτορα κύριον, τὸν ὄντως ὄντα θεὸν μόνον καὶ οὐχ ἕτερον πατέρα γὰρ τὸν αὐτὸν εἶναι ὁμολογοῦμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτον ἐκεῖνος ἀρνούμενος ἕνα βούλεται αὐτὸς παριστᾶν τῶν ὑπ' αὐτοῦ λεγομένων ἀγγέλων, καθά μοι προδεδήλωται. ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ καὶ αὐτὸν ὑπερασπίζειν τούτων, εἶναι δὲ αὐτὸν πάντων τῶν ἀγγέλων αὐθαδέστερον ἐξαγαγεῖν τε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου διὰ τὸ εἶναι αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον. ὅθεν διὰ τὴν αὐθάδειαν αὐτοῦ, ὥς φησιν βλασφημῶν ὁ γόης, βεβουλεῦσθαι τὸν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη καὶ διὰ τοῦτο παρεσκευακέναι πολέμους. πολλὰ δὲ καὶ ἄλλα κατὰ τοῦ ἁγίου θεοῦ χαλάσας τὴν γλῶτταν καὶ ἐπάρας τὸ στόμα οὐκ ἐντρέπεται λαλῶν ὁ ἐλεεινότατος. διὰ τοῦτο γάρ, φησί, καὶ τὰ ἄλλα ἔθνη ἐπολέμησε τοῦτο τὸ ἔθνος καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξατο διὰ τὴν τῶν ἄλλων ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες ὡς καταφρονούμενοι ὑπ' αὐτοῦ καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ' αὐτὸν ἐπέσεισαν. καὶ τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι κατ' αὐτῶν ἐπανέστησαν. 1.260 3. Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία. καὶ αὐτὸς δὲ περὶ Χριστοῦ ὡς δοκήσει πεφηνότος ὁμοίως δοξάζει. εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰληφέναι. δραματουργεῖ δὲ ἡμῖν ἄλλην δραματουργίαν ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον· ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ Ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν. ἔνθεν εὑρίσκει * τῆς αὐτοῦ