94
τὴν κακὴν πρόφασιν ἐρανισάμενοι, ἄλλος ἀπὸ ἄλλου ἔτι περισσότερόν τι βουλόμενος * ἐπιδείξεως χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως. καὶ πάντες Γνωστικοὺς ἑαυτοὺς ὠνόμασαν, Οὐαλεντῖνός τε φημὶ καὶ οἱ πρὸ αὐτοῦ Γνωστικοί, ἀλλὰ καὶ Βασιλείδης καὶ Σατορνῖλος καὶ Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος, Καρποκρᾶς καὶ ἄλλοι πλείους. ἀλλὰ τὰς πάσας ἐνταῦθα ὀνομάσαντες διὰ τὴν ἐν ἑνὶ καιρῷ σχέσιν πάντων τῆς ἀναδύσεως καὶ κακοβλάστου *, ὅμως τῆς ἑκάστου σπορᾶς κακόνοιαν ἰδίᾳ ἀφηγησόμεθα. τέως δὲ ἐπὶ τὸν προκείμενον αἱρεσιάρχην καὶ τραγῳδοποιὸν ἐλεύσομαι, φημὶ δὲ Οὐαλεντῖνον καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας *, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος. 2. Οὐαλεντῖνος μὲν οὖν οὗτος τῷ χρόνῳ διαδέχεται τοὺς πρὸ αὐτοῦ προτεταγμένους, Βασιλείδην τε καὶ Σατορνῖλον, Ἐβίωνά τε 1.384 καὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἀμφ' αὐτούς· οὗτοι γὰρ πάντες ἐν ἑνὶ καιρῷ τῷ βίῳ κακῶς ἐφύησαν, ὀλίγῳ δὲ πρόσθεν μᾶλλον οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα· ἅμα γὰρ τοῖς ἤδη μοι πρὸ αὐτῶν δεδηλωμένοις ἀνεφύησαν. τὴν μὲν οὖν αὐτοῦ πατρίδα ἢ πόθεν οὗτος γεγέννηται, οἱ πολλοὶ ἀγνοοῦσιν· οὐ γάρ τινι ῥᾴδιον τῶν συγγραφέων μεμέληται τούτου δεῖξαι τὸν τόπον. εἰς ἡμᾶς δὲ ὡς ἐνηχήσει φήμη τις ἐλήλυθε· διὸ οὐ παρελευσόμεθα, καὶ τὸν τούτου τόπον μὴ ὑποδεικνύντες, ἐν ἀμφιλέκτῳ μέν εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ὅμως τὴν εἰς ἡμᾶς ἐλθοῦσαν φάσιν οὐ σιωπήσομεν. ἔφασαν γὰρ αὐτόν τινες γεγενῆσθαι Φρεβωνίτην, τῆς Αἰγύπτου Παραλιώτην, ἐν Ἀλεξανδρείᾳ δὲ πεπαιδεῦσθαι τὴν τῶν Ἑλλήνων παιδείαν. ὅθεν κατὰ μίμημα τῆς κατὰ τὸν Ἡσίοδον Θεογονίας τῶν τε παρ' αὐτῷ τῷ Ἡσιόδῳ τριάκοντα θεῶν λεγομένων καὶ αὐτὸς τὴν ἐθνόμυθον ποίησιν εἰς τὸν ἑαυτοῦ νοῦν λαβὼν καὶ ἀπὸ τῶν σὺν αὐτῷ καὶ πρὸ αὐτοῦ τῆς ἀληθείας ἐκπεπτωκότων τὴν ὑπόνοιαν κτησάμενος, καὶ αὐτὸς τὰ ἴσα τῷ Ἡσιόδῳ ἀπὸ ἑτέρων ὀνομάτων εἰς ἕτερα μεταποιήσας ἠθέλησε φαντάσαι τὸν κόσμον. τριάκοντα γὰρ καὶ οὗτος θεοὺς καὶ αἰῶνας καὶ οὐρανοὺς βούλεται παρεισάγειν· ὧν ὁ μὲν πρῶτός ἐστι Βυθός, ὡς καὶ αὐτὸς ἔφη ἀφραίνων τῇ διανοίᾳ ὁποῖα ἀμέλει καὶ ὁ αὐτοῦ προβολεὺς τῆς ἐννοίας Ἡσίοδος «Χάος πρώτιστα θεῶν» ἔφη· Χάος δὲ καὶ Βυθὸς τίνι οὐκ ἂν σαφῆ εἴη τὸ ὁμώνυμον κεκτημένα; ὅρα δὲ τὴν τοῦ ἀγύρτου τετραγῳδημένην μυθοποιίαν καὶ μοχθηρὰν διδασκαλίαν. τριάκοντα γὰρ οὗτος, ὡς ἔφην, αἰῶνας βούλεται παριστᾶν, οὓς καὶ θεοὺς ὀνομάζει, δεκαπέντε ἄρρενας καὶ θηλείας τοσαύτας εἶναι λέγων. ἕκαστον δὲ αἰῶνα ἀρρενόθηλυν καὶ ζεῦγός φησιν αὐτὸς καὶ οἱ αὐτοῦ· δεκαπέντε δὲ δυάδας φασὶν εἶναι, ἃς συζυγίας καλοῦσι. τὸν ἀριθμὸν δὲ εἶναι τριάκοντα αἰῶνας, ἑκάστην δὲ θήλειαν γεννᾶν ἀπὸ τοῦ ἄρρενος τοὺς καθεξῆς αἰῶνας· εἶναι δὲ τούτους ὡς ὑποτέτακται, κατὰ ἀντιπαράθεσιν ἑκάστου ἀρ1.385 ρενικοῦ ὀνόματος τεταγμένου ἄντικρυς τοῦ θηλυκοῦ ὀνόματος, καὶ ἔστιν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν Οὐδουουὰκ Ἐσλὴν Ἀμφαὶν᾿σουμὲν Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ ∆αναδαρία ∆αμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσίου Ἀχὲ Βελὶμ ∆εξαριχὲ Μασεμών. καὶ οὕτως μὲν σύγκεινται ὡς κατὰ συζυγίαν ἀρρενοθήλεος, ἐν δὲ τῇ ἀκολουθίᾳ κατὰ διαδοχὴν οὕτως· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν Οὐδουουὰκ Ἐσλὴν Ἀμφαὶν᾿σουμὲν Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ ∆αναδαρία ∆αμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσίου Ἀχὲ Βελὶμ ∆εξαριχὲ Μασεμών· ὧν ὀνομάτων ἑρμηνεῖαί εἰσιν 1.386 αἵδε· Βυθὸς καὶ Σιγή, Νοῦς καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία,