155
μὴ ἀναλίσκω χρόνον, καὶ ταύτην διαπλευσάμενος τὴν χαλεπὴν καὶ δύσπλουν τοῦ πελάγους ζάλην ἐπὶ τὰς ἑτέρας θαλαττίους ποντοπορείας τὸ σκάφος ὁπλίσομαι, ἐπιμελῶς τοὺς αὐχένας κρατῶν ἐν τῇ τοῦ θεοῦ δυνάμει καὶ εὐχαῖς ἁγίων, ὅπως παραπλέοντες κατοπτεύσωμεν τῶν ἀγρίων κυμάτων τὴν κύρτωσιν καὶ τῶν ἐν τοῖς πελάγεσι θηρίων ἰοβόλων τὰς μορφάς, ἄπληκτοι δὲ ἀπὸ σμυραινώδους ἰοῦ καὶ τρυγόνος καὶ δρακαίνης καὶ καρχαρίου καὶ σκορπαίνης περᾶσαι καὶ τοῦ εὐδίου τῆς ἀληθείας λιμένος δι' εὐχῆς καὶ ἱκεσίας ἐπιτυχεῖν δυνηθείημεν, πληρουμένου καὶ ἐν ἡμῖν τοῦ ῥητοῦ τοῦ «οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν τὰς ἀρετὰς τοῦ κυρίου διηγήσονται». ἐφ' ἑτέραν τοίνυν ταύτης καθεξῆς τὴν πορείαν ποιήσομαι πρὸς διήγησιν.
Κατὰ Καϊανῶν ˉιˉη, τῆς δὲ ἀκολουθίας ˉλˉη. 1. Καϊανοί τινες ὀνομάζονται ἀπὸ τοῦ Κάϊν εἰληφότες τὴν ἐπωνυμίαν τῆς αἱρέσεως. οὗτοι γὰρ τὸν Κάϊν ἐπαινοῦσι καὶ πατέρα ἑαυτῶν τοῦτον τάττουσι, καὶ αὐτοὶ ὡς εἰπεῖν ὡς ἀπὸ διαφορᾶς ἐπαναστάσεως κυμάτων ὁρμώμενοι, οὐκ ἔξω ὄντες τοῦ αὐτοῦ σάλου καὶ κλύδωνος, καὶ ὡς ἀπὸ ἀκανθώδους ὕλης προκύψαντες, οὐκ ἐκτὸς ὄντες παντὸς τοῦ σωροῦ τῶν ἀκανθῶν, εἰ καὶ διάφοροι τῷ ὀνόματί εἰσιν. ἀκανθῶν μὲν γὰρ γένη πολλά, ὅμως ἐν ἅπασι τὸ μοχθηρὸν τῆς κεντρώδους ἀδικίας ἔνεστιν. Οὗτοί φασι τὸν Κάϊν ἐκ τῆς ἰσχυροτέρας δυνάμεως ὑπάρχειν καὶ 2.63 τῆς ἄνωθεν αὐθεντίας, ἀλλὰ καὶ τὸν Ἠσαῦ καὶ τοὺς περὶ Κορὲ καὶ τοὺς Σοδομίτας, τὸν δὲ Ἄβελ ἐκ τῆς ἀσθενεστέρας δυνάμεως εἶναι· * δὲ τούτους πάντας παρ' αὐτοῖς ἐπαινετοὺς καὶ τῆς αὑτῶν συγγενείας. σεμνύνονται γὰρ συγγενεῖς εἶναι τοῦ Κάϊν καὶ τῶν Σοδομιτῶν καὶ Ἠσαῦ καὶ Κορέ. καὶ οὗτοι, φασίν, εἰσὶ τῆς τελείας καὶ ἄνωθεν γνώσεως. διὸ καὶ τὸν ποιητὴν τοῦ κόσμου τούτου φασὶ περὶ τὴν τούτων ἀνάλωσιν ἐσχολακότα μηδὲν δεδυνῆσθαι αὐτοὺς βλάψαι. ἐκρύβησαν γὰρ ἀπ' αὐτοῦ καὶ μετεβλήθησαν εἰς τὸν ἄνω αἰῶνα, ὅθεν ἡ ἰσχυρὰ δύναμίς ἐστι. πρὸς ἑαυτὴν γὰρ ἡ Σοφία αὐτοὺς προσήκατο, ἰδίους αὐτῆς ὄντας. καὶ τούτου ἕνεκεν τὸν Ἰούδαν ἀκριβῶς τὰ περὶ τούτων ἐπεγνωκέναι λέγουσι. καὶ τοῦτον γὰρ θέλουσιν εἶναι συγγενῆ ἑαυτῶν καὶ ἐν γνώσεως ὑπερβολῇ τὸν αὐτὸν καταριθμοῦσιν, ὥστε καὶ συνταγμάτιόν τι φέρειν ἐξ ὀνόματος αὐτοῦ, ὃ εὐαγγέλιον τοῦ Ἰούδα καλοῦσι. καὶ ἄλλα τινὰ συγγράμματα ὡσαύτως πλάττονται κατὰ τῆς Ὑστέρας, ἣν Ὑστέραν τὸν ποιητὴν τοῦ παντὸς τούτου 2.64 κύτους οὐρανοῦ τε καὶ γῆς καλοῦσι, καὶ μὴ δύνασθαί φασι ἄλλως σωθήσεσθαί τινας, ἐὰν μὴ διὰ πάντων χωρήσωσιν, ὡς καὶ ὁ Καρποκράτης λέγει. 2. Ἕκαστος γὰρ αὐτῶν δῆθεν, διὰ τὴν πρόφασιν ταύτην ἀρρητοποιῶν καὶ αἰσχρουργίας ἐπιτελῶν ἁμαρτήματά τε ὅσα ἔστιν πράττων, ἐπικαλεῖται ἑκάστου ἀγγέλου ὄνομα, τῶν τε ὄντων ἀγγέλων καὶ τῶν παρ' αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστῳ τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ γῆς ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἰδίαν εἰς ὄνομα οὗ βούλεται ἀγγέλου ἀναφέρων. καὶ ὅταν ταῦτα πράττωσιν, οὕτως λέγουσιν «ὁ δεῖνα ἄγγελε, καταχρῶμαί σου τὸ ἔργον· ἡ δεῖνα ἐξουσία, πράττω σου τὴν πρᾶξιν». καὶ τοῦτο γνῶσις τελεία παρ' αὐτοῖς ἐστι λεγόμενον, ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους αἰσχρουργίας ὁρμᾶν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ δὲ Γνωστικῶν καὶ Νικολάου καὶ τῶν σὺν αὐτοῖς Οὐαλεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν. Ἤδη δὲ ἦλθεν εἰς ἡμᾶς καὶ βιβλίον ἐν ᾧ ἐπλάσαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτως περιέχον, «ὅτι, φησίν, οὗτός ἐστιν ὁ ἄγγελος ὁ τὸν Μωυσέα τυφλώσας καὶ οὗτοί εἰσιν οἱ ἄγγελοι οἱ τοὺς περὶ Κορὲ καὶ