159
δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε», καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ «καὶ ἔδωκαν τὸ ἀργύριον τὴν τιμὴν τοῦ τετιμημένου, καὶ εἶπεν, κάθες αὐτὸ εἰς τὸ χωνευτήριον καὶ ἴδε εἰ δόκιμόν ἐστιν, ὡς ἐδοκιμάσθην ἀπὸ τῶν υἱῶν Ἰσραήλ». 8. Καὶ πόσα ἔστιν ἀπὸ τῆς θείας γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγαθὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὑπὲρ ἡμῶν οὐ κατὰ ἀνάγκην ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς ἡμῶν σωτηρίας. οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας, 2.71 ὡς λέγει πάλιν ἄλλος προφήτης «γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος» *, ὅς «πρηνὴς γενόμενος ἐλάκησε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ» καὶ τὸ πέρας ἀγχόνῃ χρησάμενος † ἔδειξεν τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας, τῷ διαπεσεῖν τῆς ἐλπίδος κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ δεσπότου αὐτοῦ ἐπιβουλὴν καὶ ἕνεκεν φιλαργυρίας ἐπ' ἀρνησιθεΐαν *· ὡς καὶ οἱ ἀπόστολοι ἀντ' αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες «ἀφ' οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἴδιον». ποῖον δὲ τοῦτον ἀλλ' ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὗτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας. Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ' ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντημένων, τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὖσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὦ Χριστοῦ παῖδες.
Κατὰ Σηθιανῶν ˉιˉθ, τῆς δὲ ἀκολουθίας ˉλˉθ. 1. Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν οὕτω καλουμένη, οὐ πανταχοῦ δὲ αὕτη εὑρίσκεται οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη· 2.72 τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξερριζώθησαν ἐκ τοῦ κόσμου. τὸ γὰρ οὐκ ἐκ θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει. τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει οὐ γὰρ ἀκριβῶς τὴν χώραν μέμνημαι, ἐν ᾗ αὐτοῖς συνέτυχον· καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων περὶ αὐτῆς ἐμάθομεν. Οὗτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἶναι * ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης καὶ ὅσα τοιαῦτα ὑπάρχει. οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται. διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως. 2. Οὗτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος· γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, περὶ τούτων τε στασιάσαντας τοὺς ἀγγέλους εἰς πόλεμον πρὸς ἀλλήλους ἥκειν, οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ Κάϊν· ἦν γὰρ ἡ στάσις τοῖς ἀγγέλοις ἀγωνιζομένοις περὶ τῶν γενῶν τῶν ἀνθρώπων, * τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ. κεκρατηκέναι δὲ τὴν ἄνω