216
οὐ κατὰ τὴν αὐτοῦ βούλησιν ἐληλύθασιν ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρπάζοντος, ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ πονηρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν θεόν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο. πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φάσκοντος ὅτι «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ λαβεῖν αὐτήν», ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουργοῦ. πάλιν δὲ εὑρεθήσεται ἀγαθὸν σῶμα φορῶν. οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργῳ, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ. εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπεν μερίσας τοῖς τέσσαρσι στοιχείοις, τῷ θερμῷ τὸ θερμὸν καὶ τῷ ψυχρῷ τὸ ψυχρὸν καὶ τῷ ξηρῷ τὸ ξηρὸν καὶ τῷ ὑγρῷ τὸ ὑγρόν; εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειοτάτως· ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι «ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις», ὡς μαρτυροῦσιν οἱ δύο οἱ ἐν ἐσθῆτι λαμπρᾷ ὀφθέντες τοῖς ἀποστόλοις, ὡς λέγουσιν «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ' ὑμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον». 6. καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πονηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶν ἀναλήψεως Στέφανος ὁ ἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἠνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός», ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευματικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνωθὲν καὶ εἰς θεότητα συνηνωμένον. ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν 2.198 τῇ θεότητι ὅλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἔχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν «καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός». καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὑπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος. καὶ περὶ νεκρῶν ἀναστάσεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, οὐκ ἂν ὁ ἀθάνατος θανεῖν ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ καὶ κοιμηθεὶς τὸ τριήμερον ἀναστῇ καὶ συνανενέγκῃ ἐν ἑαυτῷ συνηνωμένον τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ, ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδα κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνύων ἑαυτὸν τύπον ἡμῖν καὶ ἀρραβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας. 7. Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου καὶ οὐδενὸς ὄντος, ἀνατροπῆς ἕνεκα ἢ ἄλλης τινὸς πραγματείας; ἀφ' ἑαυτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε καὶ † ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης παραπεποιημένον δόγμα καὶ ἀγυρτῶδες δέδεικται. φασὶ γὰρ τὸ ὀδυνηρὸν σφηκίον, ὃ ζώπυρόν τινες κεκλήκασιν, ἔχειν μὲν κέντρον ἰοβόλον βραχύ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν. ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοι-ἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινάς, ἐν οἷς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ γονὴν καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματα-εἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον ὡς