253
ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν καὶ εἰς τὰ μέρη Τύρου. καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι «οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην». οὐ γὰρ ἐψεύδετο, μὴ γένοιτο. 2.295 «μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε» φησί «καὶ ἀνέβη εἰς Ἱεροσόλυμα», «καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὃν ἐζήτουν πιάσαι; καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ οἴδαμεν οὗτος πόθεν ἐστί». μυστηριωδῶς γὰρ καὶ πνευματικῶς αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ᾔδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ αὐτοῖς μὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελειῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀναστῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι· ἅτινα ἐπλήρου πάντα ἐν τῇ ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ τῶν ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἃς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάριον καὶ Φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήριον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι' ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος «θανατωθεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». 26. Πάσχει δὲ ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων * ὑπερβεβηκότων αὐτῶν μίαν * ἑσπέραν τουτέστιν ἐν τῇ τεσσαρεσκαιδεκαταίας σελήνης νυκτερινῇ μέσῃ. προέλαβον γὰρ καὶ ἔφαγον τὸ 2.296 Πάσχα, ὥς φησι τὸ εὐαγγέλιον καὶ ἡμεῖς πολλάκις εἴπαμεν· ἔφαγον οὖν τὸ Πάσχα πρὸ δύο ἡμερῶν τοῦ * φαγεῖν τουτέστι τῇ τρίτῃ 2.297 ἑσπέρας ὅπερ ἔδει τῇ πέμπτῃ ἑσπέρας· τεσσαρεσκαιδεκάτη γὰρ οὕτως ἦν ἡ πέμπτη. συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων τετρὰς ἐπιφώσκουσα δωδεκάτη νυκτερινὴ πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαιδεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεσσαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων σάββατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή· ὅπερ ἦν φωτισμὸς Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ ἰσότης νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων ἐγένετο, περὶ ἣν πλανηθέντες οἱ Ἰουδαῖοι ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον. ἔχει δὲ ὥρας τινὰς ἡ ψῆφος τῆς λεπτολογίας *, ἥτις ἐμπίπτει δι' ἐτῶν τριῶν, παρ' αὐτοῖς διαφωνουμένη ἡμέραν μίαν· προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ' ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν. διὸ παρ' αὐτοῖς πέντε μῆνες τελοῦνται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν * ὥραν μίαν· προστιθεμένων γὰρ τῶν † ὡρῶν λοιπὸν γίνονται ˉτˉξˉε ἡμέραι * παρὰ ὥραν μίαν· ὅθεν οὗτοι ἑξάκις πολυπλα2.298 σιάσαντες τὰ ˉιˉδ ἔτη διὰ † τοῦ ˉπˉδ ἔτους ἐν τῷ ὀγδοηκοστῷ πέμπτῳ τιθέασιν ἐμβόλιμον ἕνα μῆνα, εἰς τὸ εἶναι τριάκοντα καὶ ἕνα