278
προὔλαβεν δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος καὶ βραβείου τού2.360 του ἐπωνυμία. οὐδὲ ὁπότεροι γὰρ φανήσονται οὗτοι τῶν τριῶν τάξεων τῶν εὐνούχων τῶν ὑπὸ κυρίου εἰρημένων. «εἰσί, γάρ φησιν, εὐνοῦχοι, οἳ ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν». ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας, οὔτε μὴν ἁμαρτίαν ἔχοντες διὰ τὸ οὕτως γεγεννῆσθαι οὔτε πάλιν ἔπαινον, μὴ δυνάμενοι πράττειν τὶ τῶν τοιούτων, τῶν ἀφροδισίων φημί, ἐπειδὴ μὴ πέφυκεν αὐτοῖς τὰ παιδοποιὰ ὄργανα τὰ ἐκ θεοῦ κεκτισμένα. ἀλλ' οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείαν οὐρανῶν, διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι. εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν ὃ μὴ δεῖ πράττειν καὶ μὴ πράττοντες μισθὸν οὐκ ἔχουσιν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι τὸ ἔργον παρ' αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι. καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης ἐν εὐνουχίᾳ, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν διὰ τὸ χειρότευκτον. 4. «Καὶ εἰσὶν εὐνοῦχοι οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθησαν», φησὶν ὁ σωτήρ, καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. οὗτοι μὲν γὰρ γίγνονται οἱ ὑπὸ ἀνθρώπων εὐνουχισθέντες ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς. βουλόμενοι γάρ τινες τῶν βαρβάρων βασιλεῖς ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῆ νέους τοὺς παῖδας λαμβάνουσι 2.361 καὶ εὐνουχίζουσι τούτους· πρὸς τὸ ἁδρυνθέντας ἐμπιστεύεσθαι τὰς ἰδίας αὐτῶν ὡς ἔφην γαμετάς. καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτων αἰτία. ὅθεν τάχα οἶμαι γέγονεν καὶ τὸ εὐνοῦχον καλεῖσθαι, ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι ἀφαιρουμένων τῶν μελῶν καὶ τοῦ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων ὡς τῶν ὀργάνων ἀφῃρημένους. ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη καὶ εὐνουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. «Καὶ εἰσίν, φησίν, εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». τίνες τοίνυν εἶεν οὗτοι ἀλλ' ἢ οἱ γενναῖοι ἀπόστολοι καὶ οἱ καθεξῆς παρθένοι καὶ μονάζοντες; Ἰωάννης μὲν καὶ Ἰάκωβος, υἱοὶ Ζεβεδαίου, μείναντες ἐν τῇ παρθενίᾳ, μήτε μὴν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίᾳ καρδίᾳ ἀγωνισάμενοι καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι. μετ' αὐτοὺς δὲ ὅσοι ἐν μυριάδων ἀριθμῷ ἐν τῷ κόσμῳ μονάζοντες καὶ ἀπὸ μοναστηρίων καὶ παρθενώνων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο, οἵτινες σώμασι γυναικῶν οὐκ ἐμίγησαν, ἀλλὰ ἤθλησαν ἐν ἀγῶνι τελειοτάτῳ· ὡς καὶ Ἠλίας ἐν παλαιᾷ διαθήκῃ εὑρίσκεται καὶ Παῦλος λέγων «λέγω δὲ τοῖς ἀγάμοις ὅτι καλὸν αὐτοῖς, ἐὰν μείνωσιν οὕτως καθὼς κἀγώ· εἰ δὲ οὐκ 2.362 ἐγκρατεύονται, γαμησάτωσαν». πῶς οὖν αὐτὸς ἔμεινεν; εἰ μὲν γὰρ ἀποτετμημένος ἦν καὶ κατ' αὐτὸν ἔμειναν ὁμοιούμενοι αὐτῷ, ἵνα πληρώσωσι τό «ὡς κἀγώ». πῶς ἀποτεμνόμενός τις ἠδύνατο γῆμαι, εἰ μηκέτι ἐνεκρατεύετο, κατὰ τό «γαμησάτωσαν καὶ μὴ πυρούσθωσαν»; ὁρᾷς ὅτι περὶ ἐγκρατείας φάσκει καὶ οὐχὶ περὶ μελῶν ἀφαιρέσεως. εἰ δὲ φάσκουσιν οὗτοι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχικέναι, πῶς ἑαυτοὺς ἀπαλλοτριώσουσι τοῦ ῥήματος τοῦ εἰρημένου ὅτι «εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων»; εἰ γὰρ αὐτὸς ἰδίαις χερσὶν ἑαυτὸν εὐνουχίζει, ἄνθρωπός ἐστι καὶ αἱ χεῖρες αὐτοῦ τὸ ἀθέμιτον τοῦτο εἰργάσαντο· εἰ δὲ καὶ αὐτὸς ἑαυτῷ οὐ δεδύνηται πρᾶξαι, ὑπὸ ἄλλων δὲ εὐνουχίσθη, οὐκέτι ἔσται διὰ βασιλείαν οὐρανῶν, διὰ τὸ ὑπὸ ἀνθρώπων εὐνουχίσθαι, ἤτοι δι' αὐτοῦ ἤτοι διὰ τῶν τοῦτο πεποιηκότων. πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου καὶ ἀπὸ τοῦ βραβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοιαύτης χρήσεως, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν. ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπελῶνα.