291
καὶ οὐκ ἔστιν ἕτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν. μοναρχίαν δὲ κηρύττοντες οὐ σφαλλόμεθα, ἀλλὰ ὁμολογοῦμεν τὴν τριάδα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, καὶ μίαν θεότητα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὐ γὰρ ὁ υἱὸς ἑαυτὸν ἐγέννησεν οὐδὲ ὁ πατὴρ μεταβέβληται ἀπὸ τοῦ πατὴρ εἶναι εἰς τὸ εἶναι υἱὸς οὐδὲ τὸ ἅγιον πνεῦμα Χριστὸν ἑαυτό ποτε ὠνόμασεν, ἀλλὰ πνεῦμα Χριστοῦ καὶ 2.392 διὰ Χριστοῦ διδόμενον, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ Ἄρειος κενοφωνῶν ἐδογμάτισεν, ἀλλ' ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριότης μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις· οὐδὲν δὲ παρηλλαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὢν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, οὐ συνάδελφος ὢν πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων, ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἷς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. 4. Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ οὐ γεννητὸν οὐ κτιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, ἐκ τῆς αὐτῆς θεότητος, ἐκ πατρὸς καὶ υἱοῦ, σὺν πατρὶ καὶ υἱῷ, ἐνυπόστατον ἀεὶ πνεῦμα ἅγιον, πνεῦμα θεῖον πνεῦμα δόξης πνεῦμα Χριστοῦ πνεῦμα πατρός, «τὸ γὰρ πνεῦμα τοῦ πατρός, φησί, τὸ λαλοῦν ἐν ὑμῖν» καί «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος, ἐπισφραγὶς τῆς ὁμολογίας. ὁ γὰρ υἱός φησιν «ἐγὼ καὶ ὁ πατήρ, 2.393 οἱ δύο ἕν ἐσμεν»· καὶ οὐκ εἶπεν «εἷς εἰμι», ἀλλὰ τῷ «ἐγώ» καὶ τῷ «ὁ πατήρ» σημαίνει ἐνυπόστατον τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱόν· καί «οἱ δύο» εἶπε, καὶ οὐκ εἶπεν «ὁ εἷς»· καὶ πάλιν «ἕν ἐσμεν», καὶ οὐκ εἶπεν «εἷς εἰμι». ὡσαύτως δὲ «ἀπελθόντες, φησί, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ «καί», ἐλέγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα· ὅπου γὰρ «καί» τίθεται, σημαίνει ἀληθῶς πατέρα, ἀληθῶς υἱόν, ἀληθῶς ἅγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ ὀνόματι τριὰς καλουμένη, ἐλέγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοίωσιν ἢ παραλλαγήν. κἄν τε γὰρ ὁ πατὴρ μείζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ υἱῷ τὴν ἴσην δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δοξάζειν τὸν ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ; ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἵνα μὴ ἐκπέσωσί τινες ἧσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν «ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ» καί «πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι». τί δέ ἐστι «τὰ τοῦ πατρός» ἀλλά· «θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν»; 5. Ὅρα δέ, ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην. ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ»,