415
γὰρ ὀνόματι μόνον υἱὸς καλεῖται καὶ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲν διαφέρει 3.167 τῶν ἄλλων πάντων κτισμάτων, κἄν τε ἐν ὑπεροχῇ ἀξιώματος ὑπάρχει. οὐ γὰρ ὅτι ὁ βασιλεὺς ὑπερέχει τῶν ἐπάρχων καὶ στρατηλατῶν, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ὁμοιοπαθὴς τῶν ἄλλων καὶ σύνδουλος τῆς αὐτῆς κτίσεως, θνητός τις ὤν, ὥσπερ καὶ οἱ ὑπ' αὐτοῦ ἀρχόμενοι. καὶ οὐχ ὅτι ὁ ἥλιος ὑπερέχει τῶν ἄλλων ἄστρων καὶ ἡ σελήνη ἐν μέρει, οὐ παρὰ τοῦτο οὐκ εἰσὶν ὑποτεταγμένα στοιχεῖα καὶ τῇ τοῦ ἑνὸς διατάξει δημιουργοῦ τε καὶ κτιστοῦ, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὑπείκοντα. καὶ οὐχ ὅτι ἄγγελοι ὑπερέχουσι τῶν ὁρατῶν καὶ ἐν τάξει τῶν ἄλλων μείζους πάντων εἰσίν, οἷα δὴ ἀόρατοι κτισθέντες καὶ τὸ πρῶτον γέρας τῆς τοῦ θεοῦ θεραπείας ἀποκαρπούμενοι ἐν ὕμνοις διηνεκέσι, καὶ ἀθάνατοι κατὰ χάριν ὑπ' αὐτοῦ κτισθέντες καὶ οὐ κατὰ φύσιν, ἀθάνατοι δὲ φύσει ἐξ αὐτοῦ τοῦ ἀθανάτου καὶ ὄντος ἐν ἑαυτῷ ζωὴ καὶ ἀθανασία καταξιωθέντες γενέσθαι, οὐ παρὰ τοῦτο οὐκ εἰσὶ φόβῳ καὶ τρόμῳ καὶ ὑπὸ ἀπολογίαν καὶ ἐξέτασιν καὶ κέλευσιν καὶ προσταγὴν τῆς ἁγίας θεότητος δεδουλωμένοι. 18. Ἔνθεν γάρ ἐστι * τὸ ζητούμενον τῆς ἀληθείας ἀκρίβασμα, τὸ υἱὸν μὲν λέγειν, λέγειν δὲ καὶ ἔχειν οὐχ ἁπλῶς ὀνόματι, ἀλλὰ υἱὸν κατὰ φύσιν υἱόν. καὶ ἐν ἡμῖν γὰρ πολλοὶ καλοῦνται υἱοί, μὴ ὄντες ἡμῶν υἱοὶ κατὰ φύσιν. οἱ δὲ ἀληθινοὶ υἱοὶ οἱ γνήσιοι καλοῦνται, οἱ κατὰ φύσιν ὑφ' ἡμῶν γεγεννημένοι. καὶ εἰ μὲν οὖν υἱὸς μόνον ἐκαλεῖτο, ὡς καὶ πάντες ἐκλήθησαν υἱοὶ θεοῦ, ἄρα οὐδὲν διαλλάττει τῶν ἄλλων. καὶ πῶς ὡς θεὸς προσκυνεῖται; ἔδει οὖν καὶ τὰ ἄλλα πάντα, ἐφ' οὓς τὸ ὄνομα τῆς υἱοθεσίας ἐπικέκληται, κατ' αὐτὸν προσκυνεῖσθαι, ἐπειδὴ υἱοὶ θεοῦ προσαγορεύονται. ἀλλὰ ἡ ἀλήθεια οὐκ ἔχει οὕτως, ἀλλ' οἶδεν ἀεὶ ἕνα μονογενῆ υἱὸν θεοῦ, ᾧ πάντα λατρεύει καὶ προσκυνεῖ, «καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἀλλ' οὔτε τὸ ἅγιον πνεῦμα ἐξισοῦται τοῖς ἄλλοις πνεύμασιν, ἐπειδὴ ἕν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. οὗτοι δὲ βούλονται αὐτὸ εἶναι κτίσμα κτίσματος. φασὶ γὰρ ὅτι «πάντα δι' αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἄρα, φασί, καὶ τὸ πνεῦμα ἐκ τῶν ποιημάτων ὑπάρχει, ἐπειδὴ «πάντα δι' αὐτοῦ γέγονε». καὶ ἀγνοοῦσιν οἱ μάτην ἑαυτῶν τὴν ψυχὴν ἀπολέσαντες ὅτι ἄλλα ἐστὶ τὰ κτίσματα καὶ ἄλλα τὰ ἄκτιστα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον 3.168 πνεῦμα, εἷς θεός, τριὰς ἐν ἀληθείᾳ καὶ μονὰς ἐν ἑνότητι. διὰ τοῦτο γὰρ ὅτι εἷς θεός, ὅτι οὐ δύο πατέρες οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα ἅγια καὶ ἐπειδὴ οὐκ ἀλλότριος ὁ υἱὸς τοῦ πατρός, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένος καὶ οὐκ ἀλλότριον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ὁ μὲν υἱὸς μονογενὴς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, τὸ δὲ ἅγιον πνεῦμα, ὡς οἶδεν αὐτὸς ὁ πατὴρ καὶ ὁ μονογενής, οὔτε γεννητὸν οὔτε κτιστὸν οὔτε ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ' ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. «τὸ πνεῦμά μου» γάρ φησιν, «ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ «ἔχρισε τὸν Χριστὸν ἐν πνεύματι ἁγίῳ.» εἰ αὐτὸς ὁ μονογενὴς χρίεται ἐν πνεύματι, τίς ἐγκαλέσει τῇ ἁγίᾳ τριάδι; 19. Εἶτα πάλιν φησὶν ὁ μανιώδης Ἄρειος· «πῶς εἶπεν ὁ κύριος, «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθὸς ὁ θεός», ὡς αὐτοῦ ἀρνουμένου τὴν ἀγαθότητα· καὶ τίς ἄλλος οὕτως ἀγαθὸς ὡς ὁ μονογενής, ὃς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῶν ἡμετέρων ψυχῶν; καὶ οὐκ οἴδασι θεοῦ τὴν δύναμιν καὶ τὴν ἀγαθότητα οὔτε τὴν οἰκονομίαν τῆς τοῦ θεοῦ σοφίας, ψυχικοὶ ὄντες καὶ σαρκικοί, ἀνακρινόμενοι ἀπὸ ἁγίου πνεύματος, κοῦφοι ὄντες ἀπ' αὐτοῦ, μὴ ἔχοντες τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τὴν σοφίζουσαν πάντα ἄνθρωπον. πάλιν δὲ αἰτοῦνται αὐτόν, φησίν, οἱ υἱοὶ Ζεβεδαίου διὰ τῆς αὐτῶν μητρὸς τὸ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕνα καθίσαι ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καὶ ἔφη αὐτοῖς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ